§1.79.1μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δʼ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται.
ここまでについては、大半の歴史家たちが、ある者はより神話的に、またある者はより真実らしく描きつつも、同一の、あるいは少し異なる事柄を述べているが、その後の出来事については意見を異にしている。
§1.79.2οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δʼ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου.
ある者たちは、少女(イリア)は直ちに殺されたと言い、またある者たちは、人々に秘密の死を遂げたという印象を与えつつ、秘密の牢獄に監禁されて過ごしたと言う。
ἐπικλασθῆναι δὲ Ἀμόλιον εἰς τοῦτο ἱκετευούσης τῆς θυγατρὸς χαρίσασθαι τὴν ἀνεψιὰν αὐτῇ·
しかし、アムリウスは自分の娘の懇願によって心が動き、彼女に従姉妹(イリア)の命を恵んだ。
ἦσαν δὲ σύντροφοί τε καὶ ἡλικίαν ἔχουσαι τὴν αὐτὴν ἀσπαζόμεναί τε ἀλλήλας ὡς ἀδελφάς.
彼女たちは共に育てられ、同年齢であり、互いを姉妹のように愛し合っていたからである。
χαριζόμενον οὖν ταύτῃ Ἀμόλιον, μόνη δʼ ἦν αὐτῷ θυγάτηρ, θανάτου μὲν ἀπολῦσαι τὴν Ἰλίαν, φυλάττειν δὲ καθείρξαντα ἐν ἀφανεῖ· λυθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον Ἀμολίου τελευτήσαντος.
そこで、アムリウスは彼女(一人娘であった)の願いを聞き入れて、イリアを死刑から免れさせ、秘密の場所に幽閉して監視させ、時を経てアムリウスが死んだ時に彼女は釈放されたとされる。
§1.79.3περὶ μὲν οὖν τῆς Ἰλίας οὕτω διαλλάττουσιν αἱ τῶν παλαιῶν γραφαί, λόγον δʼ ἔχουσιν ὡς ἀληθεῖς ἑκάτεραι.
イリアに関する古代の記述はこのように分かれているが、どちらの説も真実らしい根拠を備えている。
διὰ τοῦτο κἀγὼ μνήμην ἀμφοτέρων ἐποιησάμην, ὁποτέρᾳ δὲ χρὴ πιστεύειν αὐτός τις εἴσεται τῶν ἀναγνωσομένων.
それゆえ、私もその両方を記録しておいた。 どちらを信頼すべきかは、読者自身がそれぞれ判断することになるだろう。
§1.79.4περὶ δὲ τῶν ἐκ τῆς Ἰλίας γενομένων Κόιντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, γέγραφε·
他方、イリアから生まれた子供たちについては、ピクトルと呼ばれるクイントゥス・ファビウスが記述しており、これにルキウス・シンキウス、カト・ポルキウス、ピソ・カルプルニウス、および他の大半の歴史家たちが従っている。
ὡς κελεύσαντος Ἀμολίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα τῆς πόλεως ἀμφὶ τοὺς ἑκατὸν εἴκοσι σταδίους.
すなわち、アムリウスが命じたため、召使いたちの一部が、舟に入れられた乳児たちを受け取って、街から約百二十スタディオン離れた川に投げ込もうと運んで行った。
§1.79.5ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τέβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ, (οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοίτε ἦσαν) ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος.
彼らが川に近づいたとき、連日の嵐のために本来の川床を超えて平野に溢れ出しているティベリス川を目にし、パラティウムの丘の頂から最も近い水辺へと下り(これ以上先へ進むことはできなかったからである)、川の氾濫が最初に丘の麓に達していたその場所に、舟を水の上に置いた。
ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη.
舟はしばらくの間は漂っていたが、その後、水が徐々に引いていくにつれて、端の石に衝突したために転覆し、乳児たちを投げ出した。
§1.79.6τὰ μὲν δὴ κνυζούμενα κατὰ τοῦ τέλματος ἐκυλινδεῖτο, λύκαινα δέ τις ἐπιφανεῖσα νεοτόκος σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος ἀνεδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν καὶ τῇ γλώττῃ τὸν πηλόν, ᾧ κατάπλεοι ἦσαν, ἀπελίχμα.
乳児たちは泥の上で泣き声を上げながら転がっていたが、そこに、子供を産んだばかりで乳の張った一頭の雌狼が現れ、彼らの口に乳首をあてがい、彼らがまみれていた泥を舌で舐め取った。
ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν ʽἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίονʼ καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν ὡς ἠσπάζετο τὰ βρέφη τέως μὲν ἀχανὴς ἦν ὑπό τε θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων·
そのとき、ちょうど羊飼いたちが群れを牧草地に追い立てようとしており(その場所はすでに足を踏み入れられる状態になっていた)、そのうちの一人が、雌狼が乳児たちをいたわっているのを見て、その光景への驚きと不信のあまり、しばらくの間は口を開けたまま立ち尽くしていた。
ἔπειτʼ ἀπελθὼν καὶ συλλέξας ὅσους ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων (οὐ γὰρ ἐπιστεύετο λέγων) ἄγει τοὖργον αὐτὸ θεασομένους.
その後、彼は立ち去り、近くで放牧していた仲間をできるだけ多く集め(彼の言葉は信じてもらえなかったからである)、実際の光景を見せるために彼らを連れてきた。
§1.79.7ὡς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν μὲν ὥσπερ τέκνα περιέπουσαν, τὰ δʼ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες ἐγγυτέρω προσῄεσαν ἀθρόοι δεδιττόμενοι βοῇ τὸ θηρίον.
彼らもまた近くに寄って、雌狼があたかも自分の子供であるかのように世話し、乳児たちが母親に対するかのようにすがりついているのを見ると、神的な出来事を目にしているのだと考えて、集団でより近くへと進み寄り、大声を上げてその獣を威嚇した。
ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλʼ ὡσπερὰν χειροήθης ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ ὁμίλου ἀπῄει.
雌狼は人間の接近に対してもさほど凶暴な様子は見せず、あたかも人間に飼い慣らされているかのように、静かに乳児たちから離れ、羊飼いたちの群衆をまったく意に介さない様子で立ち去っていった。
§1.79.8καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἐκεῖθεν ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα, ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ·
そこからそれほど遠くない場所に、うっそうとした森に覆われ、水を湧き出させる洞窟のある聖なる場所があり、その谷間はパン神のものと言われており、そこにはこの神の祭壇もあった。
εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται.
彼女はこの場所に行き、姿を消した。
τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει, τὸ δὲ ἄντρον, ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν, καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπίσχουσα, χαλκᾶ ποιήματα παλαιᾶς ἐργασίας.
現在、森そのものは残っていないが、水が湧き出ているその洞窟は、パラティウムの丘に組み込まれて、競馬場へと続く道沿いに示されており、その近くには神域があって、そこには古代の作風で作られたブロンズ製の彫像である、二人の幼子に乳を与えている雌狼という、この出来事を表した像が置かれている。
ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν ὡς λέγεται.
また、この場所は、かつてエヴァンドロスとともにそこに入植したアルカディア人たちの聖所であったと言い伝えられている。