§1.78.1Ἀμόλιος δὲ εἴτε κατὰ τὴν συνείδησιν τῶν πραχθέντων εἴτε ὑπονοίᾳ τῶν εἰκότων προαχθεὶς ἔρευναν ἐποιεῖτο τῆς χρονίου τῶν ἱερῶν ἀποστάσεως, κατὰ τίνα γίνεται μάλιστʼ αἰτίαν ἰατρούς τε οἷς μάλιστα ἐπίστευεν εἰσπέμπων καὶ, ἐπειδὴ τὴν νόσον αἱ γυναῖκες ἀπόρρητον ἀνθρώποις ᾐτιῶντο εἶναι, τὴν ἑαυτοῦ γυναῖκα φύλακα τῆς κόρης καταλιπών.
アムリウスは、自らの行ったことに対するやましさからか、あるいは当然起こり得る事態への疑念に促されてか、彼女が神事から長期にわたって遠ざかっていることについて、それが特にいかなる原因によるものなのか調査を開始し、自分が最も信頼していた医師たちを送り込み、また、女たちがその病気は男たちに明かすことのできないものであると言い訳したため、自分の妻を少女の監視役として残した。
§1.78.2ὡς δὲ κατήγορος αὕτη τοῦ πάθους ἐγένετο γυναικείᾳ τεκμάρσει τὸ ἀφανὲς τοῖς ἄλλοις ἀνευροῦσα, τῆς μὲν παιδός, ὡς μὴ λάθῃ τεκοῦσα ʽἦν δὲ οὐ πρόσω τοῦ τόκοὐ φυλακὴν ἐποιεῖτο διʼ ὅπλων·
そして、この妻が女ならではの直感によって、他の人々には隠されていた事実を見破り、この不祥事の告発者となると、少女がひそかに出産することのないよう(出産は間近に迫っていた)、武装した兵による監視をつけた。
αὐτὸς δὲ καλέσας τὸν ἀδελφὸν εἰς τὸ συνέδριον τῆς τε λανθανούσης τοὺς ἄλλους φθορᾶς μηνυτὴς γίνεται καὶ ᾐτιᾶτο συγκακουργεῖν τῇ κόρῃ τοὺς γονεῖς ἐκέλευέ τε μὴ §1.78.3κρύπτειν τὸν εἰργασμένον, ἀλλʼ εἰς μέσον ἄγειν.
彼自身は兄を評議会に召集し、他の人々には隠されていた不義の密告者となって、その少女の両親が共謀して悪事に関わっていると非難し、彼に対して、行為者を隠さずに公に引き出すよう要求した。
Νεμέτωρ δὲ παραδόξων τε λόγων ἀκούειν ἔφη καὶ παντὸς ἀναίτιος εἶναι τοῦ λεγομένου χρόνον τε ἠξίου βασάνου τῆς ἀληθείας ἕνεκα λαβεῖν·
ヌミトルは思いがけない話を聞かされたと言い、言われている事柄すべてについて自分は全く無実であると主張し、真実を検証するために時間の猶予を求めた。
τυχὼν δὲ ἀναβολῆς μόλις, ἐπειδὴ τὸ πρᾶγμα παρὰ τῆς γυναικὸς ἔμαθεν ὡς ἡ παῖς ἐν ἀρχαῖς ἀφηγήσατο, τόν τε βιασμὸν τὸν ὑπὸ τοῦ θεοῦ γενόμενον ἀπέφαινε καὶ τοὺς λεχθέντας ὑπʼ αὐτοῦ περὶ τῶν διδύμων παίδων λόγους διεξῆλθεν ἠξίου τε πίστιν ποιήσασθαι ταύτην τῶν λεγομένων, εἰ τοιοῦτος ὁ τῆς ὠδῖνος ἔσται γόνος, οἷον ὁ θεὸς ὑφηγήσατο.
かろうじて延期を認められると、彼は妻から、その少女が最初に語った通りの事の顛末を聞き、神によってなされた乱暴行為を明らかにし、彼によって双子の子供たちについて語られた言葉を詳しく述べた。 そして、もし出産の成果が神の予告した通りのものとなるなら、この言われている事柄を確証するものとして受け入れるよう求めた。
καὶ γὰρ ὁμοῦ τι τῷ τίκτειν εἶναι τὴν κόρην, ὥστε οὐκ εἰς μακρὰν ῥᾳδιουργεῖν φανήσεται.
実際、少女が出産する時期はほぼ迫っており、したがって、彼が偽りを語っているかどうかはすぐに明らかになるからである。
παρεδίδου δὲ καὶ τὰς φυλαττούσας τὴν κόρην καὶ §1.78.4ἐλέγχων οὐδενὸς ἀφίστατο.
彼はまた少女を監視していた女たちを引き渡し、いかなる尋問(検証)も辞さなかった。
ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν τῶν συνέδρων πλῆθος ἐπείθετο, Ἀμόλιος δὲ οὐδὲν ὑγιὲς ἀπέφαινε τῶν ἀξιουμένων, ἀλλʼ ἐκ παντὸς ὥρμητο τρόπου τὴν ἄνθρωπον ἀπολέσαι.
彼がこのように語ると、評議会の大多数は納得したが、アムリウスはこれらの要求のどれも真っ当なものとは認めず、いかなる手段を使ってでもその女を殺そうと躍起になっていた。
ἐν ὅσῳ δὲ ταῦτʼ ἐγένετο παρῆσαν οἱ τὴν ὠδῖνα φρουρεῖν ταχθέντες ἀποφαίνοντες ἄρρενα βρέφη δίδυμα τεκεῖν τὴν κόρην, καὶ αὐτίκα Νεμέτωρ μὲν ἐν τῷ αὐτῷ πολὺς ἦν λόγῳ τοῦ θεοῦ τε ἀποδεικνὺς τὸ ἔργον καὶ μηδὲν εἰς τὴν κόρην ἀναίτιον οὖσαν τοῦ πάθους παρανομεῖν ἀξιῶν·
こうしたことが行われている最中に、出産を監視するよう命じられていた者たちが現れ、少女が男sの双子の乳児を産んだと報告した。 すると直ちにヌミトルは同じ議論を繰り返し強調し、これが神の仕業であることを示し、不条理な出来事に対して無実である少女に対して不法な扱いをしないよう求めた。
Ἀμολίῳ δὲ τῶν ἀνθρωπείων τι μηχανημάτων καὶ τὸ περὶ τὸν τόκον ἐδόκει γενέσθαι παρασκευασθέντος ἑτέρου ταῖς γυναιξὶ βρέφους ἢ κρύφα τῶν φυλάκων ἢ συγκακουργούντων, καὶ §1.78.5πολλὰ εἰς τοῦτο ἐλέχθη.
しかしアムリウスには、出産に関することも人間的な策略の一つであり、監視人たちの目を盗んでか、あるいは彼らが共謀して、女たちによって別の赤ん坊が用意されたのだと思われ、この件について多くのことが議論された。
ὡς δὲ τὴν γνώμην τοῦ βασιλέως ἔμαθον οἱ σύνεδροι ἀπαραιτήτῳ τῇ ὀργῇ χρωμένην ἐδικαίωσαν καὶ αὐτοὶ καθάπερ ἐκεῖνος ἠξίου χρήσασθαι τῷ νόμῳ κελεύοντι τὴν μὲν αἰσχύνασαν τὸ σῶμα ῥάβδοις αἰκισθεῖσαν ἀποθανεῖν, τὸ δὲ γεννηθὲν εἰς τὸ τοῦ ποταμοῦ βάλλεσθαι ῥεῖθρον·
王の考えが宥めようのない怒りに満ちたものであることを評議員たちが知ると、彼ら自身もまた、王が求めた通りに法律を適用するのが正しいと判断した。 その法は、身体を汚した女は鞭打たれた上で死刑に処され、生まれた子供は川の流れに投げ込まれるべきだと命じている。
νῦν μέντοι ζώσας κατορύττεσθαι τὰς τοιαύτας ὁ τῶν ἱερῶν ἀγορεύει νόμος.
もっとも、現在ではそのような女たちは生きたまま埋められるべきだと聖法は定めている。