Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.79.1-1.79.8

伊利亚的命运与母狼拯救双胞胎

第 79 段,共 962 段 · 希腊语

内容简介

在指出史家关于伊利亚命运的不同记载后,作者叙述了被遗弃的双胞胎婴儿在台伯河泛滥平原上被母狼搭救并被牧羊人发现的过程,并详细说明了与该事件相关的圣地起源。

§1.79.1μέχρι μὲν δὴ τούτων οἱ πλεῖστοι τῶν συγγραφέων τὰ αὐτὰ ἢ μικρὸν παραλλάττοντες οἱ μὲν ἐπὶ τὸ μυθωδέστερον, οἱ δʼ ἐπὶ τὸ τῇ ἀληθείᾳ ἐοικὸς μᾶλλον ἀποφαίνουσι, περὶ δὲ τῶν ἑξῆς διαφέρονται.
直到此处,大多数史家所述相同,或有微小差异,有人偏向神话色彩,有人偏向更接近真实,但关于其后的事,他们产生了分歧。
§1.79.2οἱ μὲν γὰρ εὐθὺς ἀναιρεθῆναι λέγουσι τὴν κόρην, οἱ δʼ ἐν εἱρκτῇ φυλαττομένην ἀδήλῳ διατελέσαι δόξαν τῷ δήμῳ παρασχοῦσαν ἀφανοῦς θανάτου.
因为有人说这姑娘立即被处死,有人则说她被关在秘密的牢房中度过余生,给民众造成了她已神秘死亡的印象。
ἐπικλασθῆναι δὲ Ἀμόλιον εἰς τοῦτο ἱκετευούσης τῆς θυγατρὸς χαρίσασθαι τὴν ἀνεψιὰν αὐτῇ· ἦσαν δὲ σύντροφοί τε καὶ ἡλικίαν ἔχουσαι τὴν αὐτὴν ἀσπαζόμεναί τε ἀλλήλας ὡς ἀδελφάς.
但据说阿穆利乌斯因女儿的恳求而动了恻隐之心,女儿求他把表姐的生命赐给自己;她们曾在一起长大,年龄相同,彼此像姐妹一样亲爱。
χαριζόμενον οὖν ταύτῃ Ἀμόλιον, μόνη δʼ ἦν αὐτῷ θυγάτηρ, θανάτου μὲν ἀπολῦσαι τὴν Ἰλίαν, φυλάττειν δὲ καθείρξαντα ἐν ἀφανεῖ· λυθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον Ἀμολίου τελευτήσαντος.
因此,阿穆利乌斯为了顺从她(她是他唯一的女儿),免去了伊利亚的死刑,但将她关押在秘密地方监视;后来随着阿穆利乌斯的去世,她才得以释放。
§1.79.3περὶ μὲν οὖν τῆς Ἰλίας οὕτω διαλλάττουσιν αἱ τῶν παλαιῶν γραφαί, λόγον δʼ ἔχουσιν ὡς ἀληθεῖς ἑκάτεραι.
因此,古人关于伊利亚的记载虽有如此不同,但两种说法都各有其合理的根据。
διὰ τοῦτο κἀγὼ μνήμην ἀμφοτέρων ἐποιησάμην, ὁποτέρᾳ δὲ χρὴ πιστεύειν αὐτός τις εἴσεται τῶν ἀναγνωσομένων.
正因如此,我也将两者都记录了下来,至于应该相信哪一种,读者自己会做出判断。
§1.79.4περὶ δὲ τῶν ἐκ τῆς Ἰλίας γενομένων Κόιντος μὲν Φάβιος ὁ Πίκτωρ λεγόμενος, ᾧ Λεύκιός τε Κίγκιος καὶ Κάτων Πόρκιος καὶ Πείσων Καλπούρνιος καὶ τῶν ἄλλων συγγραφέων οἱ πλείους ἠκολούθησαν, γέγραφε· ὡς κελεύσαντος Ἀμολίου τὰ βρέφη λαβόντες ἐν σκάφῃ κείμενα τῶν ὑπηρετῶν τινες ἔφερον ἐμβαλοῦντες εἰς τὸν ποταμὸν ἀπέχοντα τῆς πόλεως ἀμφὶ τοὺς ἑκατὸν εἴκοσι σταδίους.
关于伊利亚所生的孩子,被称为皮克托尔的昆图斯·法比乌斯写道(卢修斯·辛基乌斯、波尔基乌斯·加图、卡尔普尼乌斯·皮索以及大多数其他史家都追随了他):在阿穆利乌斯命令下,一些仆人抱着放在木盆里的婴儿,把他们抬去准备投入距离城市约一百二十斯塔迪亚的河中。
§1.79.5ἐπεὶ δὲ ἐγγὺς ἐγένοντο καὶ εἶδον ἔξω τοῦ γνησίου ῥείθρου τὸν Τέβεριν ὑπὸ χειμώνων συνεχῶν ἐκτετραμμένον εἰς τὰ πεδία, καταβάντες ἀπὸ τοῦ Παλλαντίου τῆς κορυφῆς ἐπὶ τὸ προσεχέστατον ὕδωρ, (οὐ γὰρ ἔτι προσωτέρω χωρεῖν οἷοίτε ἦσαν) ἔνθα πρῶτον ἡ τοῦ ποταμοῦ πλήμη τῆς ὑπωρείας ἥπτετο, τίθενται τὴν σκάφην ἐπὶ τοῦ ὕδατος.
当他们靠近并看到台伯河因连续的暴雨而溢出原本的河道,漫入平原时,他们从帕拉蒂乌姆山顶下到最近的水边(因为他们无法再往前走),在河水泛滥最初触及山脚的地方,将木盆放在水面上。
ἡ δὲ μέχρι μέν τινος ἐνήχετο, ἔπειτα τοῦ ῥείθρου κατὰ μικρὸν ὑποχωροῦντος ἐκ τῶν περὶ ἔσχατα λίθου προσπταίσει περιτραπεῖσα ἐκβάλλει τὰ βρέφη.
木盆漂流了一阵,随后随着河水逐渐退去,由于撞上边缘的石头翻倒,将婴儿们抛了出来。
§1.79.6τὰ μὲν δὴ κνυζούμενα κατὰ τοῦ τέλματος ἐκυλινδεῖτο, λύκαινα δέ τις ἐπιφανεῖσα νεοτόκος σπαργῶσα τοὺς μαστοὺς ὑπὸ γάλακτος ἀνεδίδου τὰς θηλὰς τοῖς στόμασιν αὐτῶν καὶ τῇ γλώττῃ τὸν πηλόν, ᾧ κατάπλεοι ἦσαν, ἀπελίχμα.
婴儿们在泥泞中啼哭着翻滚,这时一只刚生了崽、乳房胀满乳汁的母狼出现,将乳头塞进他们的嘴里,并用舌头舔去他们身上沾满的泥土。
ἐν δὲ τούτῳ τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες τὰς ἀγέλας ἐπὶ νομήν ʽἤδη γὰρ ἐμβατὸν ἦν τὸ χωρίονʼ καί τις αὐτῶν ἰδὼν τὴν λύκαιναν ὡς ἠσπάζετο τὰ βρέφη τέως μὲν ἀχανὴς ἦν ὑπό τε θάμβους καὶ ἀπιστίας τῶν θεωρουμένων· ἔπειτʼ ἀπελθὼν καὶ συλλέξας ὅσους ἐδύνατο πλείστους τῶν ἀγχοῦ νεμόντων (οὐ γὰρ ἐπιστεύετο λέγων) ἄγει τοὖργον αὐτὸ θεασομένους.
此时,牧羊人正巧把畜群赶出来放牧(因为那地方已经可以立足了),其中一人看到母狼在爱抚婴儿,因眼前的奇景而震惊不信,一时目瞪口呆;随后他离开,召集了尽可能多的在附近放牧的人(因为他的话没人相信),带他们来亲眼目睹这一奇迹。
§1.79.7ὡς δὲ κἀκεῖνοι πλησίον ἐλθόντες ἔμαθον τὴν μὲν ὥσπερ τέκνα περιέπουσαν, τὰ δʼ ὡς μητρὸς ἐξεχόμενα, δαιμόνιόν τι χρῆμα ὁρᾶν ὑπολαβόντες ἐγγυτέρω προσῄεσαν ἀθρόοι δεδιττόμενοι βοῇ τὸ θηρίον.
当他们也走近,看到母狼像对待自己的孩子一样照料着他们,而婴儿们像依偎母亲一样依偎着她时,他们认为自己看到的是神迹,便成群地靠得更近,大声吆喝吓唬那野兽。
ἡ δὲ λύκαινα οὐ μάλα ἀγριαίνουσα τῶν ἀνθρώπων τῇ προσόδῳ, ἀλλʼ ὡσπερὰν χειροήθης ἀποστᾶσα τῶν βρεφῶν ἠρέμα καὶ κατὰ πολλὴν ἀλογίαν τοῦ ποιμενικοῦ ὁμίλου ἀπῄει.
但母狼对人类的逼近并无太大怒意,反而像温顺的动物一样,静静地离开婴儿,对这群牧羊人毫不在意地走开了。
§1.79.8καὶ ἦν γάρ τις οὐ πολὺ ἀπέχων ἐκεῖθεν ἱερὸς χῶρος ὕλῃ βαθείᾳ συνηρεφὴς καὶ πέτρα κοίλη πηγὰς ἀνιεῖσα, ἐλέγετο δὲ Πανὸς εἶναι τὸ νάπος, καὶ βωμὸς ἦν αὐτόθι τοῦ θεοῦ·
实际上,在离那里不远的地方,有一个圣地,被茂密的树林遮蔽,还有一个涌出泉水的空心岩石,据说这片山谷是属于潘神的,那里还有该神的祭坛。
εἰς τοῦτο τὸ χωρίον ἐλθοῦσα ἀποκρύπτεται.
母狼来到这个地方,隐藏了起来。
τὸ μὲν οὖν ἄλσος οὐκέτι διαμένει, τὸ δὲ ἄντρον, ἐξ οὗ ἡ λιβὰς ἐκδίδοται, τῷ Παλλαντίῳ προσῳκοδομημένον δείκνυται κατὰ τὴν ἐπὶ τὸν ἱππόδρομον φέρουσαν ὁδόν, καὶ τέμενός ἐστιν αὐτοῦ πλησίον, ἔνθα εἰκὼν κεῖται τοῦ πάθους λύκαινα παιδίοις δυσὶ τοὺς μαστοὺς ἐπίσχουσα, χαλκᾶ ποιήματα παλαιᾶς ἐργασίας.
如今那片树林已不复存在,但那涌出泉水的洞穴仍被指给人们看,它依帕拉蒂乌姆山而建,位于通往赛马场的路旁,附近有它的圣地,那里摆放着这一遭遇的塑像:一只母狼正给两个孩子喂奶,这是古老工艺的青铜制品。
ἦν δὲ τὸ χωρίον τῶν σὺν Εὐάνδρῳ ποτὲ οἰκισάντων αὐτὸ Ἀρκάδων ἱερὸν ὡς λέγεται.
据说,这个地方曾是随埃万德罗斯在此定居的阿卡迪亚人的圣所。

词汇与语法注释

  1. 1.79.2ἐπικλασθῆναι δὲ Ἀμόλιον — 表示传闻的间接语气不定式,上下文中的主句动词(如“据说”)被省略。这表明作者正将伊利亚幸免于难的这一异说作为转述的传说来介绍。
  2. 1.79.4ὡς κελεύσαντος ¦p.v.1p.129¦ Ἀμολίου — 连词 ὡς(以……为由、因为)伴随属格独立的绝对分词短语(κελεύσαντος Ἀμολίου),解释了基于主观理由或传闻的客观情况。它引导了主句动词 γέγραφε(写道)的内容。
  3. 1.79.6τυγχάνουσιν οἱ νομεῖς ἐξελαύνοντες — 动词 τυγχάνω 与现在分词(ἐξελαύνοντες)结合的惯用句型,表示“正巧在做某事”的偶然性与同时性。它富有临场感地表现了事件的巧合发生。
  4. 1.79.7καὰ πολλὴν ἀλογίαν — 介词 κατά 加上宾格表示“处于……状态、按照……”的特征方式。在此意为“完全不在意地”、“平然地”,强调了母狼表现出的与野生猛兽不符的温顺与不可思议的态度。
  5. 1.79.8καὶ ἦν γάρ τις — 在 καὶ... γάρ 的结构中,γάρ 被置于句中第三位的变格形式。承接前文内容,引导出对母狼为何前往该处的直接“理由的追加说明”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.79.1-1.79.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.79.1-1.79.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。