Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.71.1-1.71.5

アルバ・ロンガの歴代諸王の系譜と治世

71 / 962 箇所 · ギリシア語

要旨

アルバ・ロンガの歴代の王たちの治世と、アッロディオスの神罰による滅亡などの逸話、そしてロムルスとレムスによるローマ創建の年代について記されている。

§1.71.1Σιλουΐου δʼ ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν ἑνὶ πλείω τριάκοντα ἐτῶν ἐβασίλευσεν.
シルウィオスが二十九年間支配権を保持した後、その子アイネイアスがその王権を引き継いで、三十一年の間王として君臨した。
μετὰ δὲ τοῦτον ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη.
彼の後は、ラティノスが五十一年間支配した。
Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα ἔτη.
彼の後のアルバは、三十九年間(支配した)。
μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν.
アルバの後は、カペトスが二十六年間。
ἔπειτα Κάπυς δυεῖν δέοντα τριάκοντα.
次いでカピュスが二十八年間。
μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν.
カピュスの後は、カルペトスが十三年間まで支配権を保持した。
§1.71.2ἑξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσεν.
その次は、ティベリノスが八年間王として君臨した。
τελευτῆσαι δʼ οὗτος ἐν μάχῃ παρὰ ποταμῷ γενομένῃ λέγεται·
彼は川の近くで起こった戦いの中で死んだと言われている。
παρενεχθεὶς δὲ ὑπὸ τοῦ ῥεύματος ἐπώνυμον ἑαυτῷ κατέλιπε τὸν ποταμὸν Ἄλβουλαν καλούμενον πρότερον.
流れによって押し流され、以前はアルブラと呼ばれていた川に自分にちなんだ名前を残した。
Τιβερίνου δὲ διάδοχος Ἀγρίππας ἓν καὶ τετταράκοντα ἐβασίλευσεν ἔτη.
ティベリノスの後継者アグリッパは四十一年間王として君臨した。
§1.71.3μετὰ δὲ Ἀγρίππαν Ἀλλώδιος τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον ἑνὸς δέοντα εἴκοσιν·
アグリッパの後は、アッロディオスが、僭主的で神々に嫌われた男であったが、十九年間(支配した)。
ᾧ περιφρονοῦντι τὰ δαιμόνια κατεσκεύαστο κεραυνῶν τε μιμήματα καὶ κτύποι βρονταῖς ἐμφερεῖς, οἷς δεδίττεσθαι τοὺς ἀνθρώπους ὡς θεὸς ἠξίου.
神々を軽んじる彼のために、雷の模造物と雷鳴に似た轟音が作り出されており、これらによって彼は神として人々を脅かすことを求めたのである。
ὄμβρων δὲ καὶ κεραυνῶν εἰς τὸν οἶκον αὐτοῦ κατασκηψάντων τῆς τε λίμνης, παρʼ ἣν οἰκῶν ἐτύγχανε, πλημμύραν οὐκ εἰωθυῖαν λαβούσης κατακλυσθεὶς πανοίκιος ἀπόλλυται.
しかし、激しい雨と雷が彼の家に落ち、また、彼が住んでいた傍らの湖が異常な洪水を起こしたため、彼は大洪水にのまれ、一家もろとも滅びた。
καὶ νῦν ἔτι διαλαμπούσης τῆς λίμνης ἐν μέρει τινί, ὅταν ὑπονοστήσῃ τὸ νᾶμα καὶ σταθερὸς ὁ βυθὸς γένηται, παστάδων ἐρείπια καὶ ἄλλα οἰκήσεως ἴχνη φαίνεται.
そして現在でもなお、湖の水が澄み渡るある場所において、水流が引き、底が静かになると、柱廊の遺跡やその他の住居の跡が見える。
§1.71.4Ἀουεντῖνος δὲ παρὰ τούτου τὴν δυναστείαν διαδεξάμενος, ἀφʼ οὗ τῶν ἑπτὰ λόφων τις ἐπώνυμος ἐγένετο τῶν συμπεπολισμένων τῇ Ῥώμῃ, τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχεν.
アウェンティノスは彼から支配権を受け継ぎ(このアウェンティノスにちなんで、ローマの一部として組み込まれた七つの丘の一つが名付けられたのであるが)、三十七年間支配権を保持した。
πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι καὶ τρία.
プロカスは彼の後、二十三年間。
ἔπειτα Ἀμόλιος οὐ σὺν δίκῃ τὴν βασιλείαν κατασχὼν Νεμέτορι προσήκουσαν, ὃς ἦν αὐτῷ πρεσβύτερος ἀδελφός, δύο καὶ τετταράκοντα ἔτη δυναστεύει.
次いで、アモリオスは、自分より兄であったネメトルに属するはずの王位を不当に奪い、四十二年間支配した。
§1.71.5Ἀμολίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου τῶν ἐκ τῆς ἱερᾶς κόρης γενομένων, ὡς αὐτίκα λεχθήσεται, μετὰ τὸν ἐκείνου θάνατον ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανίσκων μητροπάτωρ.
アモリオスが、聖なる乙女から生まれたロムルスとレムス(すぐに述べるように)によって殺害されると、彼の死後、若者たちの母方の祖父であるネメトルが法律に従った支配権を取り戻した。
τῷ δʼ ἑξῆς ἔτει τῆς Νεμέτορος ἀρχῆς, δευτέρῳ δὲ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν, ἀποικίαν στείλαντες Ἀλβανοὶ Ῥωμύλου καὶ Ῥώμου τὴν ἡγεμονίαν αὐτῆς ἐχόντων κτίζουσι Ῥώμην ἔτους ἐνεστῶτος πρώτου τῆς ἑβδόμης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δαϊκλῆς Μεσσήνιος, ἄρχοντος Ἀθήνησι Χάροπος ἔτος τῆς δεκαετίας πρῶτον.
ネメトルの支配の翌年、トロイア陥落から四百三十二年目に、アルバ人たちが、ロムルスとレムスがその指導権を握るなかで植民団を派遣し、第七回オリンピア競技会(メッセニアのダイクレスが短距離競走で優勝した回)の最初の年に、アテナイではハロプスが十年の任期の最初の年を執政しているときに、ローマを創建した。

語釈・文法注

  1. ¦178¦Αἰνείας — 前の文の独立属格 Σιλουΐου ... κατασχόντος に続く、主節の主動詞 ἐβασίλευσεν に対する文法上の主語である。
  2. ¦178¦ἑνὸς δέοντα τριάκοντα — 「30に1つ欠ける」、すなわち「29」を表す古典ギリシア語の数詞表現。分詞 δέοντα は中性複数対格で ἔτη に一致する。
  3. ¦179¦ᾧ περιφρονοῦντι τὰ δαιμόνια — 与格の関係代名詞 ᾧ は、続く分詞 περιφρονοῦντι とともに、非人称過去完了受動態 κατεσκεύαστο の「利害の与格」として機能している。
  4. ¦180¦ἄρχοντος Ἀθήνησι Χάροπος — 独立属格(「ハロプスがアテナイの執政官であったとき」)。これに続く対格の ἔτος πρῶτον は時間の期間・経過を示す対格であり、「10年期の最初の1年の間」を表す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.71.1-1.71.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.71.1-1.71.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。