§1.71.1Σιλουΐου δʼ ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν ἑνὶ πλείω τριάκοντα ἐτῶν ἐβασίλευσεν.
在西尔维乌斯掌权二十九年后,他的儿子埃涅阿斯继承了统治权,在位三十一年。
μετὰ δὲ τοῦτον ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη.
在他之后,拉提努斯统治了五十一年。
Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα ἔτη.
在他之后,阿尔巴统治了三十九年。
μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν.
在阿尔巴之后,卡佩托斯统治了二十六年。
ἔπειτα Κάπυς δυεῖν δέοντα τριάκοντα.
接着,卡皮斯统治了二十八年。
μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν.
在卡皮斯之后,卡尔佩托斯掌权达十三年。
§1.71.2ἑξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσεν.
接下来的蒂贝里努斯统治了八年。
τελευτῆσαι δʼ οὗτος ἐν μάχῃ παρὰ ποταμῷ γενομένῃ λέγεται· παρενεχθεὶς δὲ ὑπὸ τοῦ ῥεύματος ἐπώνυμον ἑαυτῷ κατέλιπε τὸν ποταμὸν Ἄλβουλαν καλούμενον πρότερον.
据说他死在河边发生的一场战斗中;他被水流冲走,将自己的名字留给了这条先前被称为阿尔布拉的河流。
Τιβερίνου δὲ διάδοχος Ἀγρίππας ἓν καὶ τετταράκοντα ἐβασίλευσεν ἔτη.
蒂贝里努斯的继承者阿格里帕在位四十一年。
§1.71.3μετὰ δὲ Ἀγρίππαν Ἀλλώδιος τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον ἑνὸς δέοντα εἴκοσιν· ᾧ περιφρονοῦντι τὰ δαιμόνια κατεσκεύαστο κεραυνῶν τε μιμήματα καὶ κτύποι βρονταῖς ἐμφερεῖς, οἷς δεδίττεσθαι τοὺς ἀνθρώπους ὡς θεὸς ἠξίου.
在阿格里帕之后,阿洛迪乌斯——一个残暴且为神明所憎恶的人——统治了十九年;对于蔑视神明的他来说,有人制造了模仿闪电的装置以及类似于雷鸣的声音,他企图用这些声音像神一样来恐吓人们。
ὄμβρων δὲ καὶ κεραυνῶν εἰς τὸν οἶκον αὐτοῦ κατασκηψάντων τῆς τε λίμνης, παρʼ ἣν οἰκῶν ἐτύγχανε, πλημμύραν οὐκ εἰωθυῖαν λαβούσης κατακλυσθεὶς πανοίκιος ἀπόλλυται.
但由于暴雨和雷电劈中了他的房屋,且他所居住的湖泊发生了异常的洪水,他被洪水吞没,全家遇难。
καὶ νῦν ἔτι διαλαμπούσης τῆς λίμνης ἐν μέρει τινί, ὅταν ὑπονοστήσῃ τὸ νᾶμα καὶ σταθερὸς ὁ βυθὸς γένηται, παστάδων ἐρείπια καὶ ἄλλα οἰκήσεως ἴχνη φαίνεται.
直到现在,当湖水的某些部分变得清澈,水面退去、湖底恢复平静时,仍能看到门廊的废墟和其他住所的痕迹。
§1.71.4Ἀουεντῖνος δὲ παρὰ τούτου τὴν δυναστείαν διαδεξάμενος, ἀφʼ οὗ τῶν ἑπτὰ λόφων τις ἐπώνυμος ἐγένετο τῶν συμπεπολισμένων τῇ Ῥώμῃ, τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχεν.
阿文提诺斯从他那里继承了统治权,并以他的名字命名了并入罗马的七座山丘之一,他掌权达三十七年。
πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι καὶ τρία.
在他之后的普罗卡斯统治了二十三年。
ἔπειτα Ἀμόλιος οὐ σὺν δίκῃ τὴν βασιλείαν κατασχὼν Νεμέτορι προσήκουσαν, ὃς ἦν αὐτῷ πρεσβύτερος ἀδελφός, δύο καὶ τετταράκοντα ἔτη δυναστεύει.
接着,阿莫利乌斯不义地篡夺了属于其兄长尼美托尔的王位,统治了四十二年。
§1.71.5Ἀμολίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου τῶν ἐκ τῆς ἱερᾶς κόρης γενομένων, ὡς αὐτίκα λεχθήσεται, μετὰ τὸν ἐκείνου θάνατον ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανίσκων μητροπάτωρ.
当阿莫利乌斯被圣女所生的罗穆卢斯和雷穆斯杀害后(这将在随后叙述),在阿莫利乌斯死后,年轻人的外祖父尼美托尔恢复了法定的统治权。
τῷ δʼ ἑξῆς ἔτει τῆς Νεμέτορος ἀρχῆς, δευτέρῳ δὲ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν, ἀποικίαν στείλαντες Ἀλβανοὶ Ῥωμύλου καὶ Ῥώμου τὴν ἡγεμονίαν αὐτῆς ἐχόντων κτίζουσι Ῥώμην ἔτους ἐνεστῶτος πρώτου τῆς ἑβδόμης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δαϊκλῆς Μεσσήνιος, ἄρχοντος Ἀθήνησι Χάροπος ἔτος τῆς δεκαετίας πρῶτον.
在尼美托尔统治的次年,即特洛伊沦陷后的第四百三十二年,阿尔巴人在罗穆卢斯和雷穆斯的领导下派遣殖民者创建了罗马,时值第七届奥林匹亚运动会的第一年(美塞尼亚的戴克里斯获得了短跑冠军),也是哈罗普斯在雅典担任十年期执政官的第一年。