§1.66.1τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τʼ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν.
ラウィニウムの創建から三十年後、アイネイアスの息子アスカニオスは、アイネイアスに下された神託に従って別の都市を創建し、ラウィニウムから、また他のラティウム人のうちで新都市により良く暮らすことを望むすべての人々をその新しく建てられた都市へ移住させ、その都市にアルバという名を付けた。
ἔστι δʼ ἡ Ἄλβα καθʼ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δʼ ἕνεκα διορίζεται παρʼ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δʼ ἔστι Λευκὴ μακρά.
アルバはギリシア語では「白い」という意味であるが、明瞭にするために、その形状を指し示す通り名によって、同じ名前を持つ別の都市と区別されており、すでに両者からなる複合名のように「アルバ・ロンガ」と呼ばれており、これは「白い長い都市」という意味である。
§1.66.2νῦν μὲν οὖν ἔρημός ἐστιν·
今やそこは廃墟となっている。
ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη·
というのも、ローマの王ホスティリウス・トゥッルスの時代に、自らの植民都市に対して支配権をめぐって反乱を起こしたとみなされて破壊されたからである。
τὸ δʼ ἐν αὐτῇ πολιτευόμενον πλῆθος ἡ καθελοῦσα τὴν μητρόπολιν ὑπεδέξατο Ῥώμη.
しかし、そこに住んでいた大衆は、その母都市を滅ぼしたローマが受け入れた。
ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἱκνουμένοις χρόνοις ἐγένετο, ἡνίκα δὲ ᾠκίζετο πρὸς ὄρει καὶ λίμνῃ κατεσκευάσθη τὸ μέσον ἐπέχουσα ἀμφοῖν, καὶ ἦν ὥσπερ τείχη τῆς πόλεως ταῦτα δυσάλωτον αὐτὴν ποιοῦντα.
とはいえ、これらのことはしかるべき後の時代に起こったことである。 それが建設されたときには、山と湖の近くに、両者の間の空間を占めるように築かれ、これらが都市の城壁のようになって都市を容易に攻略しがたいものにしていた。
τό τε γὰρ ὅρος ἐν τοῖς πάνυ ὀχυρόν τε καὶ ὑψηλόν ἐστιν ἥ τε λίμνη βαθεῖα καὶ μεγάλη, καὶ αὐτὴν διὰ κλισιάδων ἀνοιγομένων ὑποδέχεται τὸ πεδίον ταμιευομένων ὁπόσον βούλονται τῶν ἀνθρώπων τὸ ὕδωρ.
なぜなら、山はきわめて堅固で高く、湖は深く大きくて、人々が望むだけの水を調節しながら、開閉される水門を通じて平野がその水を受け入れるからである。
§1.66.3ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.
都市の下には、見るに見事であり、あらゆる種類のワインや果実を産出するのに豊かで、他のイタリアの地に全く劣らない平野が広がっており、とりわけ、いわゆるアルバのワインは甘美で優れており、いわゆるファレルヌスのワインを除けば、少なくとも他のすべてのものの中で最も際立っている。