§1.65.1Αἰνείου δʼ ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ.
アイネイアスが亡くなった後、イリオン陥落からおよそ7年目に、逃亡の途上でアスカニオスと改名されたエウリュレオンがラティウム人たちの支配権を引き継いだ。
ἦσαν δὲ τειχήρεις οἱ Τρῶες ἐν τῷ χρόνῳ τούτῳ, καὶ τοῖς μὲν πολεμίοις ἀεὶ προσῄει δύναμις, αἱ δὲ τῶν Λατίνων ἀδύνατοι ἦσαν τοῖς ἐν τῷ Λαουϊνίῳ πολιορκουμένοις ἐπικουρεῖν.
この時期、トロイア人たちは城壁の中に閉じこもっており、敵には絶えず増援が加わっていたが、ラティウム人たちの都市には、ラウィニウムで包囲されている者たちを救援する力がなかった。
§1.65.2τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον·
まず最初は、アスカニオスの一同は敵に対して友好と穏当な条約を提案した。
ὡς δʼ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι.
しかし、敵が彼らにまったく耳を貸さなかったため、彼ら自身が正当とみなす条件で戦争を終結させることを敵に委ねるよう余儀なくされた。
τοῦ δὲ βασιλέως τῶν Τυρρηνῶν τά τε ἄλλα ὡς δεδουλωμένοις ἀφόρητα ἐπιτάσσοντος καὶ τὸν οἶνον ὅσον ἂν ἡ Λατίνων γῆ φέρῃ Τυρρηνοῖς ἀπάγειν ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλεως φυλάξαντες νύκτʼ ἀσέληνον.
しかし、エトルリア人の王が、奴隷とされた者に対するかのように、他の耐え難い諸条件を課しただけでなく、ラティウムの地が産出するすべてのワインを毎年エトルリア人に送り届けるよう命じたため、彼らはこの事態を耐え難いものと考え、アスカニオスが提案を述べたことで、葡萄の収穫をゼウスの聖なるものとすること(ゼウスに捧げること)を決議した。 そして、互いに勇敢な闘士となるよう励まし合い、また神々にこの危険な試みに加勢してくれるよう祈り求めた上で、月明かりのない夜を見計らって市から打って出た。
§1.65.3εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα.
アンド、直ちに敵の陣営を攻撃したが、その陣営は都市の最も近くにあり、他の軍勢の前衛となっており、険しい場所に築かれ、エトルリア人の最も優れた若者たちを擁していた。 その若者たちを、名をラウススというメゼンティウスの息子が率いていた。 誰もその来襲を予期していなかったため、彼らはその砦をたやすく奪取した。
ἐν ᾧ δὲ τὸ χωρίον τοῦτο ἡλίσκετο, φῶς τε ἄκαιρον ὁρῶντες οἱ ἐν τοῖς πεδίοις ἐστρατοπεδευκότες καὶ βοὴν τῶν ἀπολλυμένων ἀκούοντες ἔφευγον ἐκλιπόντες τοὺς πεδινοὺς τόπους ἐπὶ τὰ §1.65.4ὄρη.
この場所が攻略されている間に、平野に陣を敷いていた者たちは、予期せぬ光を目にし、また殺されていく者たちの叫び声を聞いて、平野の場所を捨てて山々へと逃げていった。
ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις·
この間に、夜間に軍勢が移動する時にありがちな、大きな混乱と騒乱が生じた。
οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες.
敵が今にも自分たちに襲いかかってくると思い、秩序もなく、部隊ごとでもなく退却を行う中で、ラティウム人たちは、不意打ちによって砦を占領し、他の軍勢が混乱していることを知ると、彼らを追撃し、殺戮しながら襲いかかった。
τῶν δʼ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλʼ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο·
彼らのうち、抵抗に転じようと試みる者がいなかったばかりか、自分たちがどのような苦境に陥っているのかを知ることさえできなかった。
ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δʼ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο.
騒乱と途方に暮れた状態のために、ある者は崖から転落して死に、他の者は出口のない谷に落ちて捕らえられた。 しかし、大部分の者は暗闇の中で互いを認識できず、敵に対するかのように傷つけ合い、彼らの最大の死因は同士討ちとなった。
Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν, §1.65.5ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθʼ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.
一方、メゼンティウスは少数の者たちとともにある丘を占拠したが、息子の死を知り、自分の軍勢のどれほど多くが滅ぼされたか、また自分がどのような場所に閉じ込められているかを悟ると、どうすべきか途方に暮れた状態にあって、和平について交渉するためにラウィニウムへ使者を発見した。 アスカニオスがラティウム人たちに、運命を慎重に管理するよう勧めたため、身の安全を認められて、条約の下、自らが率いていた残りの軍勢とともに立ち去った。 そしてそれ以降、ラティウム人に対する敵意を解消し、確固たる友人であり続けた。