Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.66.1-1.66.3

阿斯卡尼乌斯建立阿尔巴隆加及其后来的命运

第 66 段,共 962 段 · 希腊语

内容简介

叙述了阿斯卡尼乌斯建立新城阿尔巴隆加及其地理特征,以及该城后来被罗马摧毁并接纳其居民的历史。

§1.66.1τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τʼ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν.
在拉维尼乌姆建立三十年后,埃涅阿斯的儿子阿斯卡尼乌斯根据给予埃涅阿斯的神谕,建立了另一座城市,并将拉维尼乌姆的居民以及其他拉丁人中所有渴望迁往更好居所的人迁入这座新落成的城市,将该城命名为阿尔巴。
ἔστι δʼ ἡ Ἄλβα καθʼ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δʼ ἕνεκα διορίζεται παρʼ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δʼ ἔστι Λευκὴ μακρά.
在希腊语中,“阿尔巴”的意思是“白色的”,但为了清晰起见,它与另一座同名的城市相区别,其区别在于一个表明其形状的别称,如今这个名字已经像是两者的复合词,即“阿尔巴隆加”,意思就是“白而长”。
§1.66.2νῦν μὲν οὖν ἔρημός ἐστιν· ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη· τὸ δʼ ἐν αὐτῇ πολιτευόμενον πλῆθος ἡ καθελοῦσα τὴν μητρόπολιν ὑπεδέξατο Ῥώμη.
如今,这里已经荒无一人;因为在罗马国王图路斯·霍斯提里乌斯统治时期,该城因被认为企图与自己的殖民地争夺统治权而遭毁灭;而其中居住的民众则被那座摧毁了母邦的罗马城所接纳。
ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἱκνουμένοις χρόνοις ἐγένετο, ἡνίκα δὲ ᾠκίζετο πρὸς ὄρει καὶ λίμνῃ κατεσκευάσθη τὸ μέσον ἐπέχουσα ἀμφοῖν, καὶ ἦν ὥσπερ τείχη τῆς πόλεως ταῦτα δυσάλωτον αὐτὴν ποιοῦντα.
不过,这些事情是在后来的适当历史时期发生的;而在该城建立之初,它建在山峦与湖泊之间,占据着两者的中间地带,这些地势就如同城市的城墙一般,使其难以被攻破。
τό τε γὰρ ὅρος ἐν τοῖς πάνυ ὀχυρόν τε καὶ ὑψηλόν ἐστιν ἥ τε λίμνη βαθεῖα καὶ μεγάλη, καὶ αὐτὴν διὰ κλισιάδων ἀνοιγομένων ὑποδέχεται τὸ πεδίον ταμιευομένων ὁπόσον βούλονται τῶν ἀνθρώπων τὸ ὕδωρ.
因为那座山极为险要且高耸,而湖水深而广阔,平原通过可开闭的水闸引入湖水,由人们根据需要调节水量。
§1.66.3ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.
城市下方展开着平原,景致美不胜收,且盛产各种葡萄酒和各类果实,绝不亚于意大利的其他地方,尤其是那被称为阿尔班的葡萄酒,甘甜而优美,除了那被称为法莱尔努斯的葡萄酒之外,在其他所有酒中至少是最为出类拔萃的。

词汇与语法注释

  1. §1.66.1ὅσοις ἦν βουλομένοις — 希腊语特有的“与格关涉表达(mihi volenti est = 我愿意)”的过去时形式。关系代词 ὅσοι 受到其先行词(部分属格 τῶν ἄλλων Λατίνων)的吸引而变为与格 ὅσοις,在关系从句中意为“那些渴望能生活得更好的人”。
  2. §1.66.1ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ — 手段与格 ἐπικλήσει(通过别称、绰号)由现在分词 ἐπικατηγορούσῃ 修饰。τὸ σχῆμα 是分词的宾格对象,构成“通过进一步指明其形状的别称”的结构。
  3. §1.66.2ταμιευομένων... τῶν ἀνθρώπων — 属格独立结构(Genitive Absolute)。τῶν ἀνθρώπων 为逻辑主语,现在分词 ταμιευομένων 为逻辑谓语,意为“在人们调节/管理(水)的同时”。指将水引入平原时对水量的控制。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.66.1-1.66.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.66.1-1.66.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。