§1.64.1Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων·
アイネイアスは、神殿やその他の装飾によってその都市を十分に整えたが、それらの大部分は私の時代までまだ残っていた。 そして翌年、すなわち脱出から3年目に、彼はトロイア人だけを統治した。
τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.
しかし4年目に、ラティヌスが死ぬと、ラティヌスの死後に彼の一人娘であるラウィニアが妻となったことによるラティヌスとの婚姻関係の親密さと、近隣住民に対する戦争における指揮権のために、彼はその王権をも引き継いだ。
§1.64.2ἀπέστησαν γὰρ αὖθις ἀπὸ τοῦ Λατίνου Ῥότολοι λαβόντες ἡγεμόνα τῶν αὐτομόλων τινὰ τῆς Λατίνου γυναικὸς Ἀμίτας ἀνεψιὸν ὄνομα Τυρρηνόν.
というのも、ルトゥリ人たちが再びラティヌスに反旗を翻し、亡命者の一人でラティヌスの妻アミタの甥にあたる、名をテュレノスという者を指導者に戴いたからである。
ὁ δὲ ἀνὴρ οὗτος ἐπὶ τῷ γάμῳ τῆς Λαύνας τὸν κηδεστὴν μεμφόμενος, ὅτι παρελθὼν τὸ συγγενὲς ὀθνείοις ἐκήδευσε, τῆς τε Ἀμίτας παροξυνούσης καὶ ἄλλων τινῶν συλλαμβανόντων ἄγων τὴν δύναμιν, ἧς αὐτὸς ἦρχε, προστίθεται τοῖς Ῥοτόλοις.
この男は、ラウィニアの結婚をめぐって義父を非難していた。 すなわち、親族関係を無視して異邦人と婚戚関係を結んだという理由からである。 アミタが彼を煽り立て、他の何人かも加担する中で、彼は自身が率いていた軍勢を率いてルトゥリ人たちに加わった。
§1.64.3πολέμου δʼ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς Λατῖνός τε ἀποθνήσκει καὶ Τυρρηνὸς καὶ τῶν ἄλλων συχνοί, κρατοῦσι δʼ ὅμως οἱ σὺν Αἰνείᾳ.
これらの不満から戦争が起こり、激しい戦闘が交わされ、ラティヌスもテュレノスも、また他の多くの者たちも戦死したが、それでもアイネイアスの味方が勝利した。
ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει.
これによって、アイネイアスは義父の配下にあった支配権を引き継ぐ。
τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου τελευτὴν τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον.
彼はラティヌスの死後3年間王として君臨し、4年目に戦争において戦死した。
§1.64.4Ῥότολοί τε γὰρ ἐκ τῶν πόλεων στρατεύουσιν ἅπαντες ἐπʼ αὐτὸν, καὶ σὺν αὐτοῖς βασιλεὺς Τυρρηνῶν Μεσέντιος δείσας περὶ τῆς αὑτοῦ χώρας, ἤδη γὰρ ἐπὶ μέγα χωροῦσαν τὴν Ἑλληνικὴν ὁρῶν δύναμιν ἤχθετο.
なぜなら、ルトゥリ人たちが彼らのすべての都市からこぞって彼に対して出兵し、彼らとともに、エトルリア人の王メゼンティウスも自分の領土を恐れて加わったからである。 彼はギリシアの勢力がすでに大いに拡大しつつあるのを見て不快に思っていた。
μάχης δὲ γενομένης καρτερᾶς οὐ πρόσω τοῦ Λαουϊνίου καὶ πολλῶν ἑκατέρωθεν ἀπολομένων τὰ μὲν στρατεύματα νυκτὸς ἐπελθούσης διελύθη, τὸ δὲ Αἰνείου σῶμα φανερὸν οὐδαμῇ γενόμενον οἱ μὲν εἰς θεοὺς μεταστῆναι εἴκαζον, οἱ δʼ ἐν τῷ ποταμῷ, παρʼ ὃν ἡ μάχη ἐγένετο, διαφθαρῆναι.
ラウィニウムから遠くない場所で激しい戦闘が行われ、双方から多くの死者が出たが、夜が訪れたことで両軍は引き揚げた。 しかし、アイネイアスの遺体はどこにも見つからなかったため、ある人々は彼が神々の列に加わったと推測し、他の人々は、その戦いが行われた川の中で彼が滅びたと考えた。
§1.64.5καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον·
そして、ラティウム人たちは彼のために、次のような碑文で飾られたヘーローオン(英雄廟)を建設した。
πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει.
「ヌミキウス川の流れを支配する、地上の父なる神の[廟]」。
εἰσὶ δʼ οἳ λέγουσιν ἐπʼ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπʼ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι.
しかし、この戦争の1年前に亡くなったアンキセスのために、アイネイアスによってそれが建設されたと言う人々もいる。
ἔστι δὲ χωμάτιον οὐ μέγα καὶ περὶ αὐτὸ δένδρα στοιχηδὸν πεφυκότα θέας ἄξια.
それは大きくない土塚であり、その周囲には一見の価値がある木々が整然と植えられている。