§1.65.1Αἰνείου δʼ ἐξ ἀνθρώπων μεταστάντος ἑβδόμῳ μάλιστα ἔτει μετὰ τὴν Ἰλίου ἅλωσιν Εὐρυλέων παρέλαβε τὴν Λατίνων ἡγεμονίαν ὁ μετονομασθεὶς Ἀσκάνιος ἐν τῇ φυγῇ.
在埃涅阿斯离世之后,大约在伊利翁陷落后的第七年,在逃亡中改名为阿斯卡尼乌斯的欧里勒翁接管了拉丁人的统治权。
ἦσαν δὲ τειχήρεις οἱ Τρῶες ἐν τῷ χρόνῳ τούτῳ, καὶ τοῖς μὲν πολεμίοις ἀεὶ προσῄει δύναμις, αἱ δὲ τῶν Λατίνων ἀδύνατοι ἦσαν τοῖς ἐν τῷ Λαουϊνίῳ πολιορκουμένοις ἐπικουρεῖν.
在此期间,特洛伊人被围困在城墙内,而敌人的兵力在不断增加,拉丁人的城市则无法救援那些在拉维尼乌姆被围困的人。
§1.65.2τὸ μὲν δὴ πρῶτον εἰς φιλίαν τε καὶ συνθήκας μετρίας προὐκαλοῦντο τοὺς πολεμίους οἱ περὶ τὸν Ἀσκάνιον· ὡς δʼ οὐδὲν προσεῖχον αὐτοῖς, ἐπιτρέπειν ἐκείνοις ἠναγκάζοντο καταλύσασθαι τὸν πόλεμον ἐφʼ οἷς ἂν αὐτοὶ δικαιῶσι.
起初,阿斯卡尼乌斯一行人确实邀请敌人进行友好交涉并达成温和的条约;但由于敌人对他们不予理睬,他们不得不被迫让敌人按照他们自己认为合理的条件来结束战争。
τοῦ δὲ βασιλέως τῶν Τυρρηνῶν τά τε ἄλλα ὡς δεδουλωμένοις ἀφόρητα ἐπιτάσσοντος καὶ τὸν οἶνον ὅσον ἂν ἡ Λατίνων γῆ φέρῃ Τυρρηνοῖς ἀπάγειν ἀνὰ πᾶν ἔτος, οὐκ ἀνασχετὸν ἡγησάμενοι τὸ πρᾶγμα τῆς μὲν ἀμπέλου τὸν καρπὸν ἱερὸν ἐψηφίσαντο τοῦ Διὸς εἶναι γνώμην ἀγορεύσαντος Ἀσκανίου, αὐτοὶ δὲ ἀλλήλοις παρακελευσάμενοι προθύμοις ἀγωνισταῖς γενέσθαι καὶ θεοὺς αἰτησάμενοι συλλαβέσθαι τοῦ κινδυνεύματος ἐξῆλθον ἐκ τῆς πόλεως φυλάξαντες νύκτʼ ἀσέληνον.
但是,当第勒尼安人的国王除了强加其他对于被奴役者而言无法忍受的条件之外,还命令他们每年将拉丁人土地所产的所有葡萄酒运送给第勒尼安人时,他们认为这件事不可容忍,便在阿斯卡尼乌斯提出建议后,通过决议将葡萄的果实奉献给朱庇特为圣物。 他们互相勉励要成为勇敢的斗士,并祈求神明在这一危险的尝试中予以协助,随后他们选在一个无月的夜晚走出了城市。
§1.65.3εὐθὺς δὲ προσβαλόντες τῷ χάρακι τῶν πολεμίων, ὃς ἐγγυτάτω τῆς πόλεως ἔκειτο καὶ ἦν προτείχισμα τῆς ἄλλης δυνάμεως ἐν ἐρυμνῷ τε κατεσκευασμένος χωρίῳ καὶ τὴν κρατίστην νεότητα Τυρρηνῶν ἔχων, ἧς ἡγεῖτο Μεσεντίου παῖς Λαῦσος ὄνομα, οὐδενὸς προιδομένου τὴν ἔφοδον αἱροῦσιν εὐπετῶς τὸ ὀχύρωμα.
他们立即向敌人的营垒发起进攻。 该营垒距离城市最近,且是其余军队的前哨,它建在险要之地,拥有第勒尼安人中最精锐的青年,由梅森提乌斯之子、名叫劳苏斯的人统帅。 由于没有人预料到这次袭击,他们轻易地攻占了这座防御工事。
ἐν ᾧ δὲ τὸ χωρίον τοῦτο ἡλίσκετο, φῶς τε ἄκαιρον ὁρῶντες οἱ ἐν τοῖς πεδίοις ἐστρατοπεδευκότες καὶ βοὴν τῶν ἀπολλυμένων ἀκούοντες ἔφευγον ἐκλιπόντες τοὺς πεδινοὺς τόπους ἐπὶ τὰ §1.65.4ὄρη.
在这个地方被攻占的时候,那些在平原上扎营的人,看到异样的光亮并听到垂死之人的呼喊,便纷纷逃离平原,往山里逃去。
ἐν δὲ τούτῳ πολλὴ ἐγένετο ταραχὴ καὶ θόρυβος, οἷα ἐν νυκτὶ κινουμένης στρατιᾶς, ὡς αὐτίκα μάλα τῶν πολεμίων σφίσιν ἐπιθησομένων οὐ σὺν κόσμῳ οὐδὲ κατὰ τέλη τὴν ἔλασιν ποιουμένοις·
在此期间,发生了极大的混乱和喧嚣,正如同军队在夜间移动时经常发生的那样,因为他们以为敌人会立刻袭击他们,而他们行军时既没有秩序,也不是按中队进行的。
οἱ δὲ Λατῖνοι, ἐπειδὴ τό τε φρούριον ἐξ ἐφόδου κατειλήφεσαν καὶ τὸ ἄλλο στράτευμα ἔμαθον τεταραγμένον, ἐπέκειντο αὐτοῖς κτείνοντες καὶ διώκοντες.
拉丁人在不意间攻占了堡垒并得知其余军队处于混乱之中后,便对他们紧追不舍,进行杀戮和追击。
τῶν δʼ οὐχ ὅπως τις πρὸς ἀλκὴν τραπέσθαι ἐπεχείρησεν, ἀλλʼ οὐδὲ μαθεῖν ἐν οἷς ἦσαν κακοῖς ἠδύνατο·
敌军中不仅没有人企图转身抵抗,甚至连自己处于何种困境都无法知晓。
ὑπὸ δὲ θορύβου καὶ ἀμηχανίας οἱ μὲν κατὰ κρημνῶν φερόμενοι διεφθείροντο, οἱ δʼ εἰς φάραγγας ἀνεξόδους ἐμπίπτοντες ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἀγνοήσαντες ἀλλήλους ἀνὰ τὸ σκότος ὅσα πολεμίους διέθεσαν, καὶ ὁ πλεῖστος αὐτῶν φθόρος ἀλληλοκτόνος ἐγίνετο. Μεσέντιος δὲ σὺν ὀλίγοις λόφον τινὰ καταλαβών, ἐπειδὴ τοῦ παιδὸς τὸν μόρον ἐπύθετο καὶ ὅσος αὐτῷ στρατὸς διέφθαρτο ἐν οἵῳ τε χωρίῳ κατακεκλεικὼς ἑαυτὸν ἦν,
由于混乱和束手无策,有些人跌下悬崖而死,有些人掉进没有出口的深谷而被俘,但大多数人在黑暗中无法辨认彼此,把对方当成敌人加以伤害,他们最大的伤亡来自于自相残杀。
§1.65.5ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθʼ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.
梅森提乌斯率领少数人占领了一座山丘,当他得知儿子的死讯,并知道自己有多少军队被消灭、自己又将自己封闭在怎样的境地时,因处于无计可施的境地,他派遣使者前往拉维尼乌姆商谈和平。 由于阿斯卡尼乌斯建议拉丁人要谨慎对待现有的好运,他获得了安全保障,并在休战协定下带着他所拥有的军队撤离。 自此以后,他消除了敌意,成为了拉丁人坚固的朋友。