Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.63.1-1.63.3

トロイア陥落からラウィニウム創建までの年代記

63 / 962 箇所 · ギリシア語

要旨

ラウィニウム創建の時期について、トロイア陥落からラウレントゥム到着、そして創建に至るまでのトロイア人たちの詳細な移動のタイムラインを暦法に即して説明する。

§1.63.1περὶ δὲ τῶν χρόνων ἐν οἷς ἐκτίσθη τὸ Λαουΐνιον ἄλλοι μὲν ἄλλως λέγουσιν·
ラウィニウムが創建された時期については、人々は様々に語っている。
ἐμοὶ μέντοι δοκοῦσιν οἱ δευτέρῳ μετὰ τὴν ἔξοδον τὴν ἐκ Τροίας ἔτει φέροντες αὐτὴν εἰκότα μᾶλλον λέγειν.
しかし私には、トロイアからの脱出の翌年にそれを位置づける人々が、より真実らしいことを述べているように思われる。
Ἴλιος μὲν γὰρ ἑάλω τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὀγδόῃ φθίνοντος μηνὸς Θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι, περιτταὶ δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσιν ἡμέραι.
というのは、イリオスは夏がまさに終わろうとする頃、夏至の17 日前、アテナイ人が暦を計算する方法によればタルゲリオン月の終わりの第8日に陥落したが、その年の夏至の後に年を満了させるための余りの日数は20日であったからである。
ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τά τε περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς καὶ τὰς πρεσβείας ἐπιδέξασθαι τὰς παρὰ τῶν ἀφεστηκότων καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς·
さて、陥落から経過したこの37日間のうちに、アカイア人たちは都市に関する事柄を処理し、降伏した人々からの使節を受け入れ、彼らと誓約を交わしたのだと私は考える。
§1.63.2τῷ δʼ ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θρᾴκην αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν δεχόμενοί τε τοὺς ἐπισυνιόντας ἐκ τῆς φυγῆς καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν.
翌年、すなわち陥落後の最初の年の秋分頃に、トロイア人たちはその地から出発してヘレスポントスを渡り、トラキアに上陸してそこで冬の季節を過ごし、逃亡から集まってくる人々を迎え入れ、また出航のための準備をした。
ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας·
そしてトラキアから旅立ち、春の初めに、シケリアまでの途中の航海を終える。
ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ.
彼らがそこに停泊したところでこの年が終わり、彼らはシケリアでエリュモス人たちとともに都市を共同で創建しながら、二度目の冬を過ごす。
§1.63.3πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας.
航海に適した季節になると、島から出発してティレニア海を渡り、ついに夏の盛りにアボリギネス人の海岸であるラウレントゥムに到着する。
λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν.
彼らはその土地を手に入れると、陥落から2番目の年を満了させて、そこにラウィニウムを創建する。
καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.
そして、これらについての私の考えは、私によって明らかにされた。

語釈・文法注

  1. 158δευτέρῳ μετὰ τὴν ἔξοδον τὴν ἐκ Τροίας ἔτει — 「脱出の翌年」を意味する。「2番目の年」という数え方は、脱出のあった年自体を1年目(起点)とするギリシア式の順序数による表現( inclusive reckoning )。
  2. 159ὀγδόῃ φθίνοντος — ギリシアの暦における日付の表現で、月の後半(下弦の月)の逆算に基づく。30日制の月(Thargelion)の場合、逆算して23日(30 - 8 + 1)を指す。
  3. p.v.1p.102ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν — 前置詞 ὑπό は対格を伴って時間の接近(〜の直前、〜のころに)を表す。ここでは秋分の時期に近いことを示す。
  4. 161ὁρμισαμένοις αὐτοῖς — 与格の分詞節。主節の主語(τὸ ἔτος τοῦτο)と一致しないため、独立与格(dative absolute)のように機能し、彼らが投錨した時の状況を表している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.63.1-1.63.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.63.1-1.63.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。