Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.64.1-1.64.5

埃涅阿斯的统治、对鲁图利人战争与失踪

第 64 段,共 962 段 · 希腊语

内容简介

埃涅阿斯在拉提努斯去世后接管了王权,并与鲁图利人等爆发了激烈战争,最终在战斗中失踪。拉丁人在努米基乌斯河畔为他建造了英雄庙,但也有一说认为这是埃涅阿斯为安喀塞斯所建。

§1.64.1Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.
埃涅阿斯用神庙和其他装饰品充分美化了这座城市,其中大部分直到我的时代依然存在。 在第二年,即离开特洛伊后的第三年,他仅统治了特洛伊人;但在第四年拉提努斯去世后,他也接管了他的王国,这既是因为与拉提努斯的姻亲关系亲密——拉提努斯死后其女继承人拉维尼亚成了他的妻子,也是因为在对抗邻人的战争中拥有指挥权。
§1.64.2ἀπέστησαν γὰρ αὖθις ἀπὸ τοῦ Λατίνου Ῥότολοι λαβόντες ἡγεμόνα τῶν αὐτομόλων τινὰ τῆς Λατίνου γυναικὸς Ἀμίτας ἀνεψιὸν ὄνομα Τυρρηνόν.
因为鲁图利人再次背叛了拉提努斯,并推举了一位流亡者为领袖,此人是拉提努斯之妻阿米塔的侄子,名叫蒂雷诺斯。
ὁ δὲ ἀνὴρ οὗτος ἐπὶ τῷ γάμῳ τῆς Λαύνας τὸν κηδεστὴν μεμφόμενος, ὅτι παρελθὼν τὸ συγγενὲς ὀθνείοις ἐκήδευσε, τῆς τε Ἀμίτας παροξυνούσης καὶ ἄλλων τινῶν συλλαμβανόντων ἄγων τὴν δύναμιν, ἧς αὐτὸς ἦρχε, προστίθεται τοῖς Ῥοτόλοις.
这个人因拉维尼亚的婚事而指责他未来的岳父,因为他无视亲属关系,与外邦人联姻。 在阿米塔的煽动以及其他一些人的协助下,他带领着自己统帅的军队,加入了鲁图利人。
§1.64.3πολέμου δʼ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς Λατῖνός τε ἀποθνήσκει καὶ Τυρρηνὸς καὶ τῶν ἄλλων συχνοί, κρατοῦσι δʼ ὅμως οἱ σὺν Αἰνείᾳ.
由于这些怨恨,爆发了战争,在发生了一场惨烈的战斗后,拉提努斯和蒂雷诺斯以及其他许多人都战死了,但埃涅阿斯的一方最终获胜。
ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει.
此后,埃涅阿斯接管了此前在他岳父统治下的政权。
τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου τελευτὴν τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον.
他在拉提努斯去世后统治了三年,在第四年因战争而死。
§1.64.4Ῥότολοί τε γὰρ ἐκ τῶν πόλεων στρατεύουσιν ἅπαντες ἐπʼ αὐτὸν, καὶ σὺν αὐτοῖς βασιλεὺς Τυρρηνῶν Μεσέντιος δείσας περὶ τῆς αὑτοῦ χώρας, ἤδη γὰρ ἐπὶ μέγα χωροῦσαν τὴν Ἑλληνικὴν ὁρῶν δύναμιν ἤχθετο.
因为鲁图利人从所有的城市起兵一同讨伐他,与他们同行的还有第勒尼安人的国王梅森提乌斯,他担心自己的领土,因为他看到希腊人的势力已经壮大,深感忧虑。
μάχης δὲ γενομένης καρτερᾶς οὐ πρόσω τοῦ Λαουϊνίου καὶ πολλῶν ἑκατέρωθεν ἀπολομένων τὰ μὲν στρατεύματα νυκτὸς ἐπελθούσης διελύθη, τὸ δὲ Αἰνείου σῶμα φανερὸν οὐδαμῇ γενόμενον οἱ μὲν εἰς θεοὺς μεταστῆναι εἴκαζον, οἱ δʼ ἐν τῷ ποταμῷ, παρʼ ὃν ἡ μάχη ἐγένετο, διαφθαρῆναι.
在离拉维尼乌姆不远的地方进行了一场惨烈的战斗,双方都损失惨重,随着夜幕降临,军队各自解散。 但由于找不到埃涅阿斯的遗体,一些人推测他已升天为神,另一些人则认为他在发生战斗的那条河流中溺水而亡。
§1.64.5καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον· πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει.
而拉丁人也为他建造了一座英雄庙,饰有如下的铭文:“属于掌管努米基乌斯河水流的大地之父神。
εἰσὶ δʼ οἳ λέγουσιν ἐπʼ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπʼ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι.
”但也有人说,它是埃涅阿斯在这次战争的前一年为其去世的安喀塞斯所建。
ἔστι δὲ χωμάτιον οὐ μέγα καὶ περὶ αὐτὸ δένδρα στοιχηδὸν πεφυκότα θέας ἄξια.
这是一个不大的土冢,周围种植着排成行、值得一看的树木。

词汇与语法注释

  1. §1.64.1ἐπικλήρου τῆς Λαύνας γενομένης — ἐπικλήρου τῆς Λαύνας γενομένης 是一个属格独立结构,以 ἐπικλήρου τῆς Λαύνας 为其逻辑主语,意为“(在拉提努斯死后)拉维尼亚成为女继承人”。它在句法上修饰或补充说明了姻亲关系(οἰκειότητι)起因。
  2. §1.64.4οἱ μὲν εἰς θεοὺς μεταστῆναι εἴκαζον, οἱ δʼ ἐν τῷ ποταμῷ... διαφθαρῆναι — 对比结构 οἱ μὲν ... οἱ δʼ(“一些人……另一些人……”)引导了两个依赖于主控动词 εἴκαζον 的不定式从句:第一个是 εἰς θεοὺς μεταστῆναι(“升天为神”),第二个是 διαφθαρῆναι(“[在河中]消逝/淹死”),两者的逻辑主语均为埃涅阿斯(或其遗体 Αἰνείου σῶμα)。
  3. §1.64.5πατρὸς θεοῦ χθονίου — 铭文开头的属格是表示所有或奉献的属格,暗示“[这是……的庙宇/纪念碑]属于大地之父神”。它具体指代被神格化了的埃涅阿斯。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.64.1-1.64.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.64.1-1.64.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。