Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.61.1-1.61.5

トロイア人のギリシア起源とアルカディアからの移住

61 / 962 箇所 · ギリシア語

要旨

トロイア人がギリシア起源であることを示すため、アトラスに始まる彼らの祖先が洪水によりアルカディアからサモトラケを経てアジア(フリュギア、トロアス)へと移住した系譜と歴史が説明される。

§1.61.1ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ διʼ ὀλίγων.
またトロイア人の民族が、かつてペロポネソスから出発した極めて純粋なギリシア系のものであったということについては、他の幾人かの者たちによってもとうに言われていることであるが、私によっても簡潔に述べられるであろう。
ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε·
彼らに関する話は次の通りである。
Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος.
アトラスが、現在アルカディアと呼ばれる地における最初の王となり、カウコニオンと呼ばれる山の周辺に住んでいた。
τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶ
彼には七人の娘たちがおり、彼女らは現在、天においてプレアデスという呼び名で星にされたと言われているが、そのうちの一人エレクトラとゼウスが結婚し、彼女との間に子としてイアソスとダルダノスをもうける。
§1.61.2γεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον. Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας.
イアソスは未婚のままにとどまり、ダルダノスはパラスの娘クリュセを妻に迎え、彼女との間にイダイオスとデイマスという子ができる。
οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι ʽᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάσʼ συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ·
彼らはしばらくの間、アルカディアにおいてアトラスの支配権を受け継いで統治していたが、その後アルカディアの周辺で大洪水が発生し、平野は湖のようになり、長い年月にわたり耕作不可能な状態となった。 しかし人々は(彼らは山々の間で細々と食糧を調達しながら暮らしていたのであるが)、残された土地では全員を養うのに十分ではないと意見を一致させ、自分たちを二つに分けた。
καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶ §1.61.3ἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ.
そして彼らのうち、一部の人々はダルダノスの子デイマスを王に据えてアルカディアにとどまり、残りの人々は大艦隊を率いてペロポネソスを立ち退いた。
ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτʼ ἔρημος·
彼らはヨーロッパに沿って航海を続け、メラースと呼ばれる湾に到着し、たまたまトラキアのある島に停泊した。 この島がそれ以前から人が住んでいたのか、それとも無人であったのか私には言うことができない。
ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην·
彼らはその島に、一人の男と場所からなる合成名「サモトラケ」をつけた。
τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης.
その場所はトラキアに属し、植民創設者はヘルメスとキュレネのニュンペ、レイネと呼ばれる者との息子であるサモンだったからである。
§1.61.4ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον·
彼らはそこには長く滞在せず、痩せた土地と荒れる海に悩まされて生活が容易ではなかったため、少数の人々を島に残し、多数の者は再びアジアへと去っていったが、その植民の指導者はダルダノスであった。
Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος·
イアソスは島において、デメテルの床を求めたために雷撃を受けて死んだからである。
ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπʼ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ·
彼らは現在ヘルスポントスと呼ばれる場所に上陸し、のちにフリュギアと呼ばれるようになった地の周辺に定住した。 ダルダノスの子イダイオスは、軍勢の一部を率いて、現在彼にちなんでイダと呼ばれる山々に住み、そこで神々の母に神殿を建て、秘儀と祭儀を創設した。 これらは今日に至るまでフリュギア全土に残っている。
Δάρδανος δʼ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφʼ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο·
一方、ダルダノスは、現在トロアスと呼ばれる地に自らと同じ名前の都市を建設したが、この土地は王テウクロスが彼に与えたものであり、彼にちなんでこの地は古くはテウクリスと呼ばれていた。
§1.61.5τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια.
このテウクロスについては、他の多くの者たち、およびアッティカ古代誌を著したパノデモスが、アッティカからアジアへと移住した者であり、クシュペテのデモスの支配者であったと述べており、その説を支持する多くの証拠を提示している。
κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.
そして、広大で肥沃であり、かつ土着の住民がそれほど多くなかった土地を支配していたため、バルバロイとの戦争における同盟のため、また土地が荒廃しないようにするために、ダルダノスと、彼とともにやって来たギリシア人を喜んで受け入れたという。

語釈・文法注

  1. 1.61.1ἐν τοῖς μάλιστα — 「極めて、とりわけ」を意味する慣用表現。ここでは Ἑλληνικόν(ギリシア系であること)を強調している。
  2. p.v.1p.99πολλοῦ χρόνου — 時間の属格。「長い年月にわたって」という継続・期間の意味を表しており、ἀδύνατα ἦν(不可能であった)にかかる。
  3. 1.61.2ᾤκουν γὰρ ἀνὰ τὰ ὄρη — 前置詞 ἀνά(対格支配)は「〜の上に、〜のあちこちに」を意味する。山地での分散的な居住状況を表している。
  4. 1.61.5κρατήσαντα δὲ χώρας ... ἀσμένως τὸν Δάρδανον ἰδεῖν — 伝聞を示す φασίν(彼らは言う)に導かれる対格不定詞構文。分詞 κρατήσαντα(単数対格)は先行する τοῦτον(テウクロス)を指し、不定詞 ἰδεῖν の意味上の主語である。したがって、テウクロスが主語で、τὸν Δάρδανον が目的語(「テウクロスがダルダノスを喜んで迎えた」)となる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.61.1-1.61.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.61.1-1.61.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。