Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.61.1-1.61.5

特洛伊人的希腊渊源与自阿卡迪亚的迁徙

第 61 段,共 962 段 · 希腊语

内容简介

为了证明特洛伊人起源于希腊,文中追溯了他们自阿特拉斯开始的世系,并详细描述了他们因洪水从阿卡迪亚迁徙至萨莫色雷斯,最终到达弗里吉亚和特罗亚德的历史。

§1.61.1ὅτι δὲ καὶ τὸ τῶν Τρώων ἔθνος Ἑλληνικὸν ἐν τοῖς μάλιστα ἦν ἐκ Πελοποννήσου ποτὲ ὡρμημένον, εἴρηται μὲν καὶ ἄλλοις τισὶ πάλαι, λεχθήσεται δὲ καὶ πρὸς ἐμοῦ διʼ ὀλίγων.
关于特洛伊民族也是最纯正的希腊人、曾经起源于伯罗奔尼撒这一点,早已被其他一些人所说过,而我也将在下面用简短的篇幅予以叙述。
ἔχει δὲ ὁ λόγος περὶ αὐτῶν ὧδε· Ἄτλας γίνεται βασιλεὺς πρῶτος ἐν τῇ καλουμένῃ νῦν Ἀρκαδίᾳ, ᾤκει δὲ περὶ τὸ λεγόμενον Καυκώνιον ὄρος.
关于他们的传说如下:阿特拉斯成为了如今被称为阿卡迪亚的地方的第一位国王,居住在被称为考科尼翁的山附近。
τούτῳ θυγατέρες ἦσαν ἑπτὰ αἱ νῦν ἐν οὐρανῷ κατηστερίσθαι λεγόμεναι Πλειάδες ἐπίκλησιν, ὧν μίαν μὲν Ἠλέκτραν Ζεὺς γαμεῖ καὶ §1.61.2γεννᾷ παῖδας ἐξ αὐτῆς Ἴασον καὶ Δάρδανον.
他有七个女儿,即如今据说在天空中被化为星辰、被称为普勒阿得斯的那些人,宙斯娶了其中之一的伊莱克特拉,并且与她生下了儿子亚索斯和达尔达诺斯。
Ἴασος μὲν οὖν ἠίθεος μένει, Δάρδανος δὲ ἄγεται γυναῖκα Χρύσην Πάλλαντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Ἰδαῖος καὶ Δείμας.
亚索斯保持着单身,而达尔达诺斯娶了帕拉斯的女儿克律塞为妻,与她生下了儿子伊代奥斯和德伊马斯。
οὗτοι τέως μὲν ἐν Ἀρκαδίᾳ παραλαβόντες τὴν Ἄτλαντος δυναστείαν ἐβασίλευον, ἔπειτα κατακλυσμοῦ γενομένου μεγάλου περὶ τὴν Ἀρκαδίαν τὰ μὲν πεδία ἐξελιμνώθη καὶ πολλοῦ χρόνου γεωργεῖσθαι ἀδύνατα ἦν, οἱ δὲ ἄνθρωποι ʽᾤκουν γὰρ ἀνὰ τὰ ὄρη γλίσχρως ποριζόμενοι τὰς τροφάσʼ συμφρονήσαντες ὡς οὐχ ἱκανὴ βόσκειν ἔσται πάντας ἡ περιοῦσα γῆ νέμονται σφᾶς αὐτοὺς διχῇ·
他们曾一度在阿卡迪亚继承了阿特拉斯的统治权并进行统治,但后来在阿卡迪亚周围发生了一场大洪水,平原变成了湖泊,并在很长一段时间内无法耕作。 而人们(因为他们住在山上,艰难地谋求生计)一致认为剩余的土地不足以养活所有人,于是将自己分为两部分。
καὶ αὐτῶν οἱ μὲν ἐν Ἀρκαδίᾳ ὑπομένουσι βασιλέα καταστησάμενοι Δείμαντα τὸν Δαρδάνου, οἱ δὲ λοιποὶ §1.61.3ἀπανίστανται Πελοποννήσου στόλῳ μεγάλῳ.
他们中的一部分人立达尔达诺斯之子德伊马斯为王,留在了阿卡迪亚,而其余的人则率领一支大舰队离开了伯罗奔尼撒。
ποιούμενοι δὲ τὸν πλοῦν παρὰ τὴν Εὐρώπην εἰς τὸν Μέλανα καλούμενον ἀφικνοῦνται κόλπον καὶ τυγχάνουσιν ἐν νήσῳ τινὶ τῆς Θρᾴκης ὁρμισάμενοι, ἣν οὐκ ἔχω εἰπεῖν εἴτε ἦν οἰκουμένη καὶ πρότερον, εἴτʼ ἔρημος· ᾗ τίθενται τοὔνομα σύνθετον ἔκ τε ἀνδρὸς καὶ τόπου, Σαμοθρᾴκην· τὸ μὲν γὰρ χωρίον τῆς Θρᾴκης, ὁ δὲ οἰκιστὴς Σάμων, υἱὸς Ἑρμοῦ καὶ νύμφης Κυλληνίδος Ῥήνης ὀνομαζομένης.
他们沿着欧洲航行,抵达了被称为梅拉斯的湾,并碰巧在色雷斯的某个岛屿上停泊,关于这个岛在此之前是有人居住还是荒无人烟,我无法断言;他们给该岛起了一个结合了人和地名的合成名字“萨莫色雷斯”,因为该地属于色雷斯,而建立者是沙蒙,他是赫尔墨斯和名为勒涅的库勒涅宁芙的儿子。
§1.61.4ἐκεῖ δὲ χρόνον οὐ πολὺν διατρίψαντες, ὡς οὐκ εὐμαρὴς ἦν ὁ βίος αὐτοῖς γῇ τε λυπρᾷ καὶ θαλάττῃ ἀγρίᾳ μαχομένοις, ὀλίγους τινὰς ἐν τῇ νήσῳ λειπόμενοι ἀπανίστανται πάλιν οἱ πλείους εἰς τὴν Ἀσίαν ἔχοντες ἡγεμόνα τῆς ἀποικίας Δάρδανον· Ἴασος γὰρ ἐν τῇ νήσῳ κεραυνῷ πληγεὶς τελευτᾷ Δήμητρος εὐνῆς ὀριγνώμενος·
他们在那里逗留了不久,因为要与贫瘠的土地和狂暴的海洋作斗争,生活对他们来说并不容易,于是在岛上留下了少数人,大多数人再次前往亚洲,由达尔达诺斯担任这次殖民的领袖;因为亚索斯在岛上因觊觎德墨忒尔的床榻而被雷击身亡。
ποιησάμενοί τε τὴν ἀπόβασιν ἐν τῷ καλουμένῳ νῦν Ἑλλησπόντῳ περὶ τὴν ὕστερον κληθεῖσαν οἰκίζονται Φρυγίαν, Ἰδαῖος μὲν ὁ Δαρδάνου μέρος τῆς στρατιᾶς ἔχων ἐν τοῖς ὄρεσιν, ἃ νῦν Ἰδαῖα ἀπʼ ἐκείνου λέγεται, ἔνθα μητρὶ θεῶν ἱερὸν ἱδρυσάμενος ὄργια καὶ τελετὰς κατεστήσατο, αἳ καὶ εἰς τόδε χρόνου διαμένουσιν ἐν ἁπάσῃ Φρυγίᾳ· Δάρδανος δʼ ἐν τῇ καλουμένῃ νῦν Τρωάδι πόλιν ὁμώνυμον αὑτῷ κατασκευάσας, δόντος αὐτῷ τὰ χωρία Τεύκρου βασιλέως, ἀφʼ οὗ Τευκρὶς τὸ ἀρχαῖον ἡ γῆ ἐλέγετο·
他们在如今被称为赫勒斯滂的地方登陆,并在后来被称为弗里吉亚的地区周围定居。 达尔达诺斯之子伊代奥斯带领一部分军队居住在如今因他而被统称为伊达的山脉中,他在那里为众神之母建立了一座神庙,并设立了奥秘和祭仪,这些仪式直到今天仍在整个弗里吉亚保留着;而达尔达诺斯则在如今被称为特罗亚德的地方建造了一座与自己同名的城市,这些土地是国王特乌克罗斯赐予他的,这片土地古时候因特乌克罗斯而被称为特乌克里斯。
§1.61.5τοῦτον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν δήμου Ξυπεταιέως ἄρχοντα καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια.
关于这位特乌克罗斯,许多其他人以及撰写了《阿蒂卡考古志》的法诺德莫斯都说他是从阿蒂卡迁徙到亚洲的,并担任克舒佩特德莫斯的领袖,且为这一说法提供了许多证据。
κρατήσαντα δὲ χώρας συχνῆς τε καὶ ἀγαθῆς καὶ οὐ πολὺ τὸ ἐπιχώριον ἐχούσης γένος ἀσμένως τὸν Δάρδανον ἰδεῖν καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικόν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.
并说由于他掌握了辽阔而肥沃、且土著居民不多的土地,为了在对野蛮人的战争中结盟,并为了使土地不至荒废,他欣然接纳了达尔达诺斯以及随他而来的希腊人。

词汇与语法注释

  1. 1.61.1ἐν τοῖς μάλιστα — 意为“极其”、“尤其是”的惯用词组,在此处修饰并强调形容词 Ἑλληνικόν。
  2. p.v.1p.99πολλοῦ χρόνου — 时间属格,在此表示持续的时间(“在很长一段时间内”),修饰 ἀδύνατα ἦν(无法耕作)。
  3. 1.61.2ᾤκουν γὰρ ἀνὰ τὰ ὄρη — 前置词 ἀνά 接宾格,在此处意为“在……之上”或“散居于山中”,描绘了人们在山区里艰难分散居住的状况。
  4. 1.61.5κρατήσαντα δὲ χώρας ... ἀσμένως τὸν Δάρδανον ἰδεῖν — 由前文的 φασίν(他们说)所引导的带宾格不定式结构。分词 κρατήσαντα(单数宾格)指代前文的 τοῦτον(特乌克罗斯),是该不定式 ἰδεῖν 的逻辑主语。因此,主语是特乌克罗斯,而 τὸν Δάρδανον 是宾语,意为“特乌克罗斯欣然接纳了达尔达诺斯”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.61.1-1.61.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.61.1-1.61.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。