§1.59.1Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφʼ ὁρκίων τοιαίδε·
アイネイアスが言われたことを了承すると、両民族の間に誓いのもとで以下のような協定が成立した。
Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου·
アボリギネスはトロイア人に、彼らが求めただけの、丘からあらゆる方向に進む者たちにとって約四十スタディオンの(広さの)土地を与えること。
Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τʼ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν·
トロイア人はアボリギネスに対し、現在手元にある戦争を援助し、また他に要請されるあらゆる場所へ共同で出征すること。
κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.
そして双方が共同で、行動においても意志においても、互いのために最善を尽くすこと。
§1.59.2συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων·
彼らはこれらの協定を結び、子供たちを人質とすることで信頼を確実なものにすると、共同でルトゥリ人の都市へと遠征した。
διʼ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτʼ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.
そして、短期間のうちに現地のすべてを服従させると、未だ半ば未完成であったトロイア人の町に戻り、全員が一つの熱意を抱いてそれを築き上げた。
§1.59.3ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα·
アイネイアスはその創設物にラウィニウムという名を授ける。 ローマ人自身が言うところによれば、ラティヌスの娘の名にちなんでであり、彼女の名はラウナであるという。
ὡς δʼ ἄλλοι τινὲς τῶν Ἑλληνικῶν μυθογράφων ἔλεξαν, ἀπὸ τῆς Ἀνίου τοῦ Δηλίων βασιλέως θυγατρός, Λαύνας καὶ τῆς2δε ὀνομαζομένης, ἧς ἀποθανούσης νόσῳ περὶ τὸν οἰκισμὸν τῆς πόλεως πρώτης καὶ ἐν ᾧ ἔκαμε χωρίῳ ταφείσης μνῆμα γενέσθαι τὴν πόλιν.
しかし、ギリシアの神話記録者たちのうちの他の何人かが語ったところによれば、デロス人の王アニオスの娘にちなんでであり、彼女もまたラウナと名付けられていた。 彼女が都市の最初の建設のころに病気で亡くなり、彼女が息絶えたその場所に埋葬されたため、都市がその記念碑となったという。
συμπλεῦσαι δʼ αὐτὴν τοῖς Τρωσὶ λέγεται δοθεῖσαν ὑπὸ τοῦ πατρὸς Αἰνείᾳ δεηθέντι μαντικὴν οὖσαν καὶ σοφήν.
彼女は、予言の術を持ち賢明であったため、アイネイアスが求めた際に父親によって彼に与えられ、トロイア人たちとともに航海したと言われている。
§1.59.4λέγεται δὲ κατὰ τὸν πολισμὸν τοῦ Λαουϊνίου σημεῖα τοῖς Τρωσὶ γενέσθαι τοιάδε·
ラウィニウムの建設の際、トロイア人たちに以下のような兆候が現れたと言われている。
πυρὸς αὐτομάτως ἀναφθέντος ἐκ τῆς νάπης λύκον μὲν κομίζοντα τῷ στόματι τῆς ξηρᾶς ὕλης ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ἀετὸν δὲ προσπετόμενον ἀναρριπίζειν τῇ κινήσει τῶν πτερύγων τὴν φλόγα·
森から自然に火が燃え上がったとき、狼が口に乾いた木切れを咥えて運んできて火に投げ入れ、また、鷲が飛んできて翼の動きによってその炎を扇ぎ立てた。
τούτοις δὲ τἀναντία μηχανωμένην ἀλώπεκα τὴν οὐρὰν διάβροχον ἐκ τοῦ ποταμοῦ φέρουσαν ἐπιρραπίζειν τὸ καιόμενον πῦρ, καὶ τοτὲ μὲν τοὺς ἀνάπτοντας ἐπικρατεῖν, τοτὲ δὲ τὴν ἀποσβέσαι βουλομένην·
しかし、これらに対して反対のことを企てる狐が、川から濡れた尻尾を持ってきて、燃え盛る火を叩いた。 そして、ある時は火を燃え立たせる者たちが優勢になり、またある時は火を消そうと欲する者が優勢になった。
τέλος δὲ νικῆσαι τοὺς δύο, καὶ τὴν ἑτέραν οἴχεσθαι μηδὲν ἔτι ποιεῖν δυναμένην.
しかし最後にはその二者が勝利し、もう一方は、もはや何もできなくなって立ち去ったという。
§1.59.5ἰδόντα δὲ τὸν Αἰνείαν εἰπεῖν ὡς ἐπιφανὴς μὲν ἔσται καὶ θαυμαστὴ καὶ γνώσεως ἐπὶ πλεῖστον ἥξουσα ἡ ἀποικία, ἐπίφθονος δὲ τοῖς πέλας αὐξομένη καὶ λυπηρά, κρατήσει δʼ ὅμως τῶν ἀντιπραττόντων κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρʼ ἀνθρώπων ἐναντιωσομένου φθόνου.
これを見たアイネイアスは、この植民都市は著名で、驚異的であり、きわめて広く知られるようになるだろうが、大きくなるにつれて近隣の人々にとって羨望の的となり、また煩わしいものになるだろう、しかし、人間から受けるであろう敵対的な嫉妬よりも、神から授かる幸運をより強力なものとして得るため、敵対する者たちにそれでも打ち勝つだろうと言った。
ταῦτα μὲν δὴ οὕτω περιφανῆ μηνύματα λέγεται γενέσθαι τῶν συμβησομένων τῇ πόλει, καὶ ἔστιν αὐτῶν μνημεῖα ἐν τῇ Λαουϊνιατῶν ἀγορᾷ χαλκᾶ εἴδωλα τῶν ζῴων ἐκ πολλοῦ πάνυ χρόνου διατηρούμενα.
これらは、その都市に起ころうとすることの、このようにきわめて明白な前兆であったと言われており、そしてラウィニウム市民の広場には、それらの記念として、きわめて古い時代から保存されている動物たちの青銅像が存在する。