Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.59.1-1.59.5

结盟与拉维尼乌姆城的建立

第 59 段,共 962 段 · 希腊语

内容简介

阿博里吉涅斯人与特洛伊人缔结协定并共同征伐鲁图利人,以及新城拉维尼乌姆的建立与建设过程中出现的动物预兆。

§1.59.1Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφʼ ὁρκίων τοιαίδε· Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου· Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τʼ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.
埃涅阿斯赞同了这些话之后,两族在誓言之下达成了如下协定:阿博里吉涅斯人应给予特洛伊人他们所要求的土地,即从山丘向四面八方延伸约四十斯塔迪亚的范围;特洛伊人应在阿博里吉涅斯人目前正进行的战争中予以协助,并在其他任何受到召唤的地方共同出征;双方共同在行动和意志上,为彼此谋求最大的利益。
§1.59.2συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων· διʼ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτʼ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.
他们达成了这些协定,并以孩子们作为人质来确立信义,随后共同向鲁图利人的城市进军;不久,他们征服了那里的所有地方,并回到了那座仍未完工的特洛伊人小城镇,所有人怀着共同的热忱,一起修筑了它的城墙。
§1.59.3ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα· ὡς δʼ ἄλλοι τινὲς τῶν Ἑλληνικῶν μυθογράφων ἔλεξαν, ἀπὸ τῆς Ἀνίου τοῦ Δηλίων βασιλέως θυγατρός, Λαύνας καὶ τῆς2δε ὀνομαζομένης, ἧς ἀποθανούσης νόσῳ περὶ τὸν οἰκισμὸν τῆς πόλεως πρώτης καὶ ἐν ᾧ ἔκαμε χωρίῳ ταφείσης μνῆμα γενέσθαι τὴν πόλιν.
埃涅阿斯将这座新建立的城镇命名为拉维尼乌姆,正如罗马人自己所说,这是根据拉丁努斯的女儿命名的,他们说她的名字叫劳娜;但正如其他一些希腊神话学者所说,这是根据德洛斯人的国王阿尼乌斯的女儿命名的,她也名叫劳娜。 她在城市最初建立时因病去世,并被埋葬在她咽气的地方,因此这座城市成为了她的纪念碑。
συμπλεῦσαι δʼ αὐτὴν τοῖς Τρωσὶ λέγεται δοθεῖσαν ὑπὸ τοῦ πατρὸς Αἰνείᾳ δεηθέντι μαντικὴν οὖσαν καὶ σοφήν.
据说,因为她精通预言且聪慧,在埃涅阿斯的要求下,她的父亲将她送给埃涅阿斯,她便随特洛伊人一同乘船航行。
§1.59.4λέγεται δὲ κατὰ τὸν πολισμὸν τοῦ Λαουϊνίου σημεῖα τοῖς Τρωσὶ γενέσθαι τοιάδε· πυρὸς αὐτομάτως ἀναφθέντος ἐκ τῆς νάπης λύκον μὲν κομίζοντα τῷ στόματι τῆς ξηρᾶς ὕλης ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ἀετὸν δὲ προσπετόμενον ἀναρριπίζειν τῇ κινήσει τῶν πτερύγων τὴν φλόγα· τούτοις δὲ τἀναντία μηχανωμένην ἀλώπεκα τὴν οὐρὰν διάβροχον ἐκ τοῦ ποταμοῦ φέρουσαν ἐπιρραπίζειν τὸ καιόμενον πῦρ, καὶ τοτὲ μὲν τοὺς ἀνάπτοντας ἐπικρατεῖν, τοτὲ δὲ τὴν ἀποσβέσαι βουλομένην· τέλος δὲ νικῆσαι τοὺς δύο, καὶ τὴν ἑτέραν οἴχεσθαι μηδὲν ἔτι ποιεῖν δυναμένην.
据说在建立拉维尼乌姆时,特洛伊人中出现了如下预兆:当森林中自然燃起大火时,一只狼用嘴叼着干木料投进火中,而一只飞来的鹰则用翅膀的扇动来助长火势;然而,一只企图与它们作对的狐狸,拖着从河里弄湿的尾巴,不断拍打燃烧的火焰;有时是那些点火的占上风,有时则是那只企图灭火的占上风;但最终那两只获胜了,而另一只由于无能为力而离去。
§1.59.5ἰδόντα δὲ τὸν Αἰνείαν εἰπεῖν ὡς ἐπιφανὴς μὲν ἔσται καὶ θαυμαστὴ καὶ γνώσεως ἐπὶ πλεῖστον ἥξουσα ἡ ἀποικία, ἐπίφθονος δὲ τοῖς πέλας αὐξομένη καὶ λυπηρά, κρατήσει δʼ ὅμως τῶν ἀντιπραττόντων κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρʼ ἀνθρώπων ἐναντιωσομένου φθόνου.
看到这一幕的埃涅阿斯说道,这个殖民地将来必是显赫、奇妙且声名远播的,但随着它的壮大,它会招致邻里的嫉妒和怨恨,然而它仍将战胜反对者,因为从神明那里获得的幸运比来自人类敌对的嫉妒更为强大。
ταῦτα μὲν δὴ οὕτω περιφανῆ μηνύματα λέγεται γενέσθαι τῶν συμβησομένων τῇ πόλει, καὶ ἔστιν αὐτῶν μνημεῖα ἐν τῇ Λαουϊνιατῶν ἀγορᾷ χαλκᾶ εἴδωλα τῶν ζῴων ἐκ πολλοῦ πάνυ χρόνου διατηρούμενα.
据说,这些确实是关于这座城市未来命运如此清晰的预兆,并且在拉维尼乌姆人的广场上存有它们的纪念物,那是从极古老的时代保留至今的这些动物的青铜雕像。

词汇与语法注释

  1. 1.59.1Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι ... Τρῶας δὲ Ἀβοριγῖσι ... συλλαβέσθαι — 带对格的主司不定式结构,用于具体解释主句“γίνονται συνθῆκαι”(达成协定)的内容。这些不定式起到了“规约性”或“命令性”不定式的作用,列明协定的条款。
  2. 1.59.3ἧς ἀποθανούσης νόσῳ ... μνῆμα γενέσθαι τὴν πόλιν — 在不定式“γενέσθαι”之前嵌入了属格绝对分词短语“ἧς ἀποθανούσης... ταφείσης”。该不定式属于带对格的不定式结构(以“τὴν πόλιν”为主语),用于间接引述前文神话学者们所说的话(“ὡς δ' ἄλλοι ... ἔλεξαν”)。
  3. 1.59.5κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρʼ ἀνθρώπων ἐναντιωσομένου φθόνου — “κρείττονα”处于述语位置,修饰分词“λαβοῦσα”的宾语“τὴν ἐκ τοῦ θείου τύχην”(来自神明的幸运),并支配比较属格“τοῦ ... φθόνου”(人类的嫉妒)。其结构意为“获得来自神明的幸运,使其比来自人类的嫉妒更为强大”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.59.1-1.59.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.59.1-1.59.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。