§1.52.1γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπʼ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα·
シケリアの近くに達したとき、ここに停泊しようという決断に従ったためか、あるいはこの海域でよく起こることであるが、悪風に強いられたためか、彼らはその島のドレパナと呼ばれる場所のあたりに上陸する。
ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι διʼ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρʼ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰ §1.52.2τοιόνδε τι πάθος.
そこで彼らは、エリモスとアイゲストスとともに、すでにトロイアから先に出発していた者たちに出会う。 彼らは幸運と順風に恵まれ、同時に大した荷物も抱えていなかったので、短期間でシケリアに到着し、シカノイ人の土地のクリミソスと呼ばれる川の周辺に居住していた。 彼らは、アイゲストスの血筋による友好関係に基づいて彼ら(シカノイ人)からその場所を譲り受けたのであるが、そのアイゲストスは次のような経緯によってシケリアで生まれ育ったのであった。
τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπʼ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ·
彼の先祖の一人で、トロイアの血統の著名な男がラオメドンと不和になり、王はある容疑で彼を捕らえて殺害し、彼らから何か害を被ることを恐れて、彼の血筋の男系をすべて殺害した。
τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δʼ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.
しかし、まだ処女であった娘たちについては、殺すことは体裁が悪いと考え、またトロイア人と結婚するのを看過することは安全ではないと考え、彼女らを商人たちに与え、できるだけ遠くへ連れ去るように命じた。
§1.52.3ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα·
彼女らが出発するとき、著名な若者の一人が彼女らのうちの一人への恋情に駆られてともに船出し、シケリアに連れて行かれたその娘を妻とした()。 そして、彼らがシケロイ人の中で暮らしている間に、彼らにアイゲストスという名の息子が生まれた。
ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.
彼は現地の風習と言語を習得し、両親が亡くなると、プリアモスがトロイアを統治していた時に、自分に帰国が許されるよう取り計らった。 そしてアカイア人との戦争をともに戦い抜いたが、都市が攻略されると、エリモスとともに三隻の船で脱出し、再びシケリアへと船出した。 その船は、アキレウスがトロイアの都市を略奪していたときに率いていたもので、暗礁に乗り上げて失ったものであった。
§1.52.4ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.
前述の男たちに出会ったアイネイアスは、彼らを親切にもてなし、彼らのためにアイゲスタとエリマという都市を建設し、自身の軍勢の一部をそれらの小都市に残した。 私が推測するところでは、それは自発的な意思によるもので、疲労に苦しむ者や、あるいは他の理由で海路を嫌う者たちにとって、安全な休息と拠点ができるようにするためであった。 しかし、何人かの作家が書いているところでは、放浪に嫌気がさした女たちの一部が引き起こした放火によって船隊が減少した()ため、彼は焼失した船から、もはやともに航海することのできない群衆を余儀なく残していったのである。