Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.52.1-1.52.4

抵达西西里与埃格斯托斯的来历

第 52 段,共 962 段 · 希腊语

内容简介

埃涅阿斯一行抵达西西里的德雷帕纳,遇到了先前离开特洛伊并定居于此的埃利莫斯与埃格斯托斯。文中叙述了因拉奥墨冬国王的迫害而导致埃格斯托斯在西西里出生的故事背景,随后埃涅阿斯在此建城并留下了部分随行人员。

§1.52.1γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπʼ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα·
当他们抵达西西里附近时,无论是因为他们决定在此停泊,还是因为受到这一海域常有的恶劣风向的驱迫,他们都在该岛被称为德雷帕纳的地方附近靠岸。
ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι διʼ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρʼ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰ
在那里,他们遇到了与埃利莫斯和埃格斯托斯一起在此之前离开特洛伊的人,这些人得到了好运和顺风,且没有携带太多行李,因此在极短的时间内便抵达西西里,并居住在西卡尼人土地上被称为克里米索斯的河流附近。
§1.52.2τοιόνδε τι πάθος.
他们因埃格斯托斯的亲缘关系,基于友好而从西卡尼人那里获得了这片土地,而埃格斯托斯则是因以下变故而在西西里出生并长大的。
τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπʼ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ·
他的祖先中有一位出身特洛伊望族的显赫人物,与拉奥墨冬发生冲突,国王因某种罪名逮捕并杀害了他以及他所有的男性后代,因为害怕受到他们的报复。
τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δʼ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.
但他认为杀害尚是处女的女儿们是不体面的,而放任她们嫁给特洛伊人又是不安全的,于是将她们交给了商人,命令将她们带到尽可能远的地方。
§1.52.3ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα·
当她们出发时,一位爱上其中一人的显赫青年与她们一同乘船出行,并在女孩被带到西西里后娶她为妻。 当他们生活在西西里人中时,生下了一个儿子,名叫埃格斯托斯。
ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.
他学会了当地人的习俗和语言,在父母去世后,正值普里阿摩斯统治特洛伊,他设法使自己获得了回国的许可。 在共同度过与阿卡亚人的战争后,当城市失陷时,他与埃利莫斯一起乘坐三艘船再次逃回西西里,这些船是阿喀琉斯在掠夺特洛伊城市时因触及暗礁而失去的。
§1.52.4ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.
埃涅阿斯在遇到上述人员后,对他们表现得十分友好,并为他们建立了埃格斯塔和埃利马城,并在这些城镇中留下了自己的一部分军队——正如我所推测的那样,这是他自愿做出的决定,以便为那些因劳累而疲惫或因其他原因厌恶航海的人提供安全休息的场所和港湾;但正如一些人所写的那样,由于部分妇女厌倦了流浪而放火烧毁船只,导致他的船队减少(),他不得不将那些因船只被烧毁而无法继续同航的群众留了下来。

词汇与语法注释

  1. 1.52.1ἃ δὴ φιλεῖ — 关系代名词 `ἃ` 为中性复数,指代前文被恶劣风向驱迫的这一情况。不及物动词 `φιλεῖ` 与不定式 `γίνεσθαι` 连用,是“通常”、“往往”的习惯用法。
  2. 1.52.1γενομένου τε καὶ τραφέντος — 这些是属格的分词,与专有名词 `Αἰγέστου` 一致,用以解释其出生与成长的背景。随后的短语 `κατὰ τοιόνδε τι πάθος`(因以下变故)起到了引导第52章第2节及以下展开的详细插叙(祖先的冲突、女儿的流放、在西西里出生等)的作用。
  3. 1.52.3ἃς Ἀχιλλεὺς ἔχων ... ἀπέβαλεν — 关系代名词 `ἃς` 指代阿喀琉斯失去(`ἀπέβαλεν`)的三艘船。分词 `ἔχων`(意为“拥有”或“统领”)描述了这些船只在阿喀琉斯指挥下的状态。这暗示了阿喀琉斯因触礁(`ἕρμασιν ὑφάλοις`)而放弃的船只,后来被特洛伊人回收并用于逃亡。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.52.1-1.52.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.52.1-1.52.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。