§1.49.1τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς τὴν ἀπορίαν.
脱出の後の事柄は、多くの人々に対してさらに大きな当惑をもたらしている。
οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἐστι Κεφάλων τε ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι.
というのも、ある人々は彼をトラキアまで連れて行って、そこで人生を終えたと言っており、その中にはゲルギスのケパロンや、パレネについて書いたヘゲシッポスといった、古代の、そして言及に値する人々がいる。
ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν, οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ, καὶ Νήσῳ δὲ λεγομένῃ, καίπερ οὔσῃ μεσόχθονι, ἀπὸ τελμάτων καὶ ποταμοῦ·
また他の人々は、彼をトラキアから移動させてアルカディアまで送り届け、アルカディアのオルコメノスや、あるいは内陸にあるにもかかわらず沼地や川のゆえにそう呼ばれる「ネソス(島)」に居住したと言っている。
τάς τε καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ Κάπυος.
また、カピュアイと呼ばれる町はアイネイアスとトロイア人たちの入植地であり、トロイア人のカピュスにちなんでカピュアイと命名されたのだとも言っている。
λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ
そしてこれらのことは、他の人々のほか、とりわけアリアイトスによっても語られている。
§1.49.2τῷ γράψαντι τὰ Ἀρκαδικά.
彼は『アルカディア誌』を著した人物である。
εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖς2δε τοῖς χωρίοις, ἀλλʼ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε·
また、アイネイアスがここへ到着したとは語るものの、彼の人生の終焉がこれら地方で起こったのではなく、イタリアにおいてであったとする人々もおり、他の多くの人々も明らかにしているように、アルカディアの詩人アガテュロスも哀歌において次のように言っている。
"ἵκετο δʼ Ἀρκαδίην, Νήσῳ δʼ ἐγκάτθετο παῖδας δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης.
「彼はアルカディアに至り、ネソスに二人の娘を残した。 コドネとアンテモネとの閨(の娘たち)である。
αὐτὸς δʼ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δʼ υἷα Ῥωμύλον.
彼自身はヘスペリアの地へと急ぎ、息子ロミュロスをもうけた。
" §1.49.3τῆς δʼ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπʼ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι.
」アイネイアスとトロイア人たちのイタリアへの到着については、ローマ人全員がその確証者であり、彼らによって犠牲式や祭礼において行われている儀式がその証拠であり、シビュラの託宣やピューティアの神託、その他多くの事柄も同様であって、これらをもっともらしさのために捏造されたものとして無視することは誰にもできないだろう。
πολλὰ δὲ καὶ παρʼ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρʼ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο·
また、ギリシア人の間にも今日に至るまで多くの明白な痕跡が残されており、彼らがどこに船を寄せ、航行不能のために誰のところに滞在したかを示している。
ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.
これらは多数に上るが、私はできる限り簡潔にこれらについて言及することにする。
§1.49.4πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο.
まず第一に、彼らはトラキアに到着し、パレネと呼ばれる半島に船を寄せた。
εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς.
そこは、私が前に言ったように、クルサイオイと呼ばれる異民族が支配しており、彼らに安全な上陸地を提供した。
μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο.
そこで冬の時期を過ごしたのち、彼らは岬の一つにアプロディテの神殿を建立し、アイネイアという都市を建設した。 その都市に、彼らは疲労のために航海を続けることができない者たちや、そこに留まることを望む者たちすべてを、今後は自身の土地で生活することになるかのようにして後に残した。
αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης·
この都市は、アレクサンドロスの後継者たちの時代に生じたマケドニアの支配の時まで存続した。
ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.
しかし、カッサンドロスの統治期に、テッサロニキの都市が建設された際に破壊され、アイネイアの住民たちは他の多くの人々とともにその新しく建設された都市へと移住した。