Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.49.1-1.49.4

埃涅阿斯出逃后的漂泊与建立埃内亚

第 49 段,共 962 段 · 希腊语

内容简介

叙述了埃涅阿斯逃离特洛伊后旅程的各种说法(前往色雷斯、阿卡迪亚及到达意大利等),并列举了罗马和希腊的相关证据。同时,详细介绍了特洛伊人在色雷斯帕勒涅半岛登陆,并建立“埃内亚”城直至其并入帖撒罗尼迦的历史。

§1.49.1τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς τὴν ἀπορίαν.
离开特洛伊之后的事件,给大多数人带来了更大的困惑。
οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἐστι Κεφάλων τε ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι.
因为有些人将他带到色雷斯,并说他死在那里,其中包括格尔吉斯的凯法隆和撰写过关于帕勒涅著作的赫革西波斯,他们都是古老而值得提及的人物。
ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν, οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ, καὶ Νήσῳ δὲ λεγομένῃ, καίπερ οὔσῃ μεσόχθονι, ἀπὸ τελμάτων καὶ ποταμοῦ· τάς τε καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ Κάπυος.
而另一些人则让他离开色雷斯,将他带到阿卡迪亚,并说他居住在阿卡迪亚的奥尔科美诺斯,以及被称为“内索斯(岛)”的地方,尽管它位于内陆,但因沼泽和一条河流而得名;他们还说,被称为卡皮亚伊的城镇是埃涅阿斯和特洛伊人的殖民地,该城是因特洛伊人卡皮斯而命名为卡皮亚伊的。
λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ §1.49.2τῷ γράψαντι τὰ Ἀρκαδικά.
除其他人外,阿里埃索斯也叙述了这些事情,他是《阿卡迪亚志》的作者。
εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖς2δε τοῖς χωρίοις, ἀλλʼ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε· "ἵκετο δʼ Ἀρκαδίην, Νήσῳ δʼ ἐγκάτθετο παῖδας δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης.
也有人传说埃涅阿斯确实到达了这里,但他的生命终点并非在这些地方,而是在意大利,正如其他许多人所表明的,以及阿卡迪亚诗人阿加塞洛斯在哀歌中这样写道:“他来到了阿卡迪亚,并在内索斯留下了他的两个女儿,她们是科多内和安特莫内之床的结晶。
αὐτὸς δʼ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δʼ υἷα Ῥωμύλον.
而他自己则奔向赫斯佩里亚之地,并生下了儿子罗穆路斯。
" §1.49.3τῆς δʼ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπʼ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι.
” 关于埃涅阿斯和特洛伊人到达意大利一事,所有的罗马人都是确证者,他们在外祭和节日中所举行的仪式也是其证据,此外还有西比拉的预言、阿波罗的神谕以及许多其他事物,没有人会把这些当作仅仅为了好看而捏造出来的东西而予以忽视。
πολλὰ δὲ καὶ παρʼ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρʼ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο· ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.
而且在希腊人中,直到今天也保留着许多明显的遗迹,标明了他们曾在何处停泊,以及因无法航行而在谁那里留宿;虽然这些遗迹很多,但我将尽我所能对其作极简要的记述。
§1.49.4πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο.
首先,他们到达色雷斯后,在被称为帕勒涅的半岛附近停泊。
εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς.
正如我所说,这里由被称为克鲁塞伊的野蛮人占领,他们为他们提供了安全的安全落脚点。
μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο.
他们在那里度过了冬日,在其中一个海角上建立了一座阿佛洛狄忒的神庙,并创建了埃内亚城,在城里他们留下了因疲劳而无法航行的人,以及所有自愿留下来的人,以便让他们此后仿佛在自己的土地上生活。
αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης· ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.
这座城市一直存续到亚历山大继承人时期所建立的马其顿统治为止;但在卡山德统治期间它被摧毁了,当时帖撒罗尼迦城正在建立,埃内亚的居民与其他许多人一起迁往了这座新建立的城市。

词汇与语法注释

  1. 123ἀπὸ τελμάτων καὶ ποταμοῦ — 介词 ἀπό 表示“原因或起源”,解释了该地尽管位于内陆,却因周围的沼泽和河流而被称为“内索斯(岛)”的原因。
  2. 1.49.2ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι — 连词 ὡς 表示比较或方式(“正如……”)。对于随后的主语 Ἀγάθυλλος,可以理解为省略了由 δηλοῦσι 派生出的单数动词(δηλοῖ),或者是分词 λέγων 充当了谓语功能。
  3. 124ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι — 关系代词 ὧν 是动词 ὑπερίδοι(ὑπεροράω“忽视”的可能祈愿法 ἄν + 祈愿法)所支配的属格。分词 συγκειμένων(源自 συγκείμαι“捏造、构成”)加上 ὡς 表示主观的原因或视作(“被当作是为了好看而捏造出来的东西”)。
  4. 1.49.4ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν — 希腊语惯用句式“人称与格 + βουλομένῳ ἐστί”,意为“某人所期望的”。分词 βουλομένοις 与关系代词与格 ὅσοις 一致,意思是“所有自愿留在那里的人”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.49.1-1.49.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.49.1-1.49.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。