Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.47.1-1.47.6

アカイア軍との協定とアイネイアスの出航

47 / 962 箇所 · ギリシア語

要旨

イデ山に結集したトロイア遺民の軍勢に対し、アカイア軍は降伏と退去の和平協定を結ぶ。アイネイアスは長男アスカニオスを送り出す一方、自らは他の家族や祖先の神々とともにパレネ半島へと出航する。

§1.47.1ἐν δὲ τούτῳ κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν καὶ περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσι παρῆκαν.
その間に、アカイア人たちは力ずくで都市を占領していたが、略奪に熱中していたため、逃げる人々が身の安全を確保するための大いなる猶予を与えることになった。
οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθʼ ὁδὸν εὑρόντες τοὺς σφετέρους καὶ καθʼ ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.
一方、アイネイアスの一行は、まだ道中にいた味方と合流し、全員が一丸となってイデ山の最も堅固な場所を占拠した。
§1.47.2ἦλθον δʼ ὡς αὐτοὺς οἵ τʼ ἐν Δαρδάνῳ τότε οἰκοῦντες, ὡς εἶδον φλόγα πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ καταλιπόντες τὴν πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ ναυτικόν τι συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου πόλεως ὁ δῆμος ἅπας καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων τῆς ἐλευθερίας οἱ περιεχόμενοι·
そして、当時ダルダノスに住んでいた人々も彼らのもとへとやってきた。 彼らはイリオンから通常とは異なる激しい炎が立ち上るのを見て、夜のうちに自分たちの都市を空にして立ち去ったのである。 ただし、エリュモスやアイゲストスとともに船団を準備してあらかじめ都市から出発していた人々は除かれる。 また、オプリュニオン市からは民衆全員が、そして他のトロイアの都市からも自由を固守する人々がやってきた。
δύναμίς τε αὕτη διʼ ἐλαχίστου χρόνου μεγίστη τῶν Τρωικῶν ἐγένετο.
こうして、この軍勢は極めて短い時間のうちに、トロイア人のものとしては最大の規模となった。
§1.47.3οἱ μὲν οὖν σὺν Αἰνείᾳ διασωθέντες ἐκ τῆς καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων, Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ φρούρια δῃώσαντες παρεσκευάζοντο μὲν ὡς καὶ
さて、占領からアイネイアスとともに免れた人々は、これらの場所に留まりつつ、敵が船で去ったのちには、間もなく再び自分たちの土地に戻れるだろうと期待していた。 一方、アカイア人たちは、都市を奴隷化し、周辺の土地や砦を略奪したのち、山にいる人々をも征服しようと準備をしていた。
§1.47.4τοὺς ἐν τοῖς ὄρεσι χειρωσόμενοι. πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκκλησίαν ἐπὶ τοῖς2δε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις·
しかし、彼らが和平についての伝令を送り、自分たちを戦争の窮地に追い込まないようにと懇願したため、彼らは集会に集まり、次の条件で彼らとの和平を結んだ。
Αἰνείαν μὲν καὶ τοὺς σὺν αὐτῷ τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν, παραδόντας Ἀχαιοῖς τὰ φρούρια·
アイネイアスと彼とともにいる者たちは、避難の間に救い出したすべての財産を携えて、定められた一定の期間内にトロアデスから退去すること、そしてアカイア人に砦を引き渡すこと。
Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας.
一方、アカイア人たちは、協定に従って立ち去る彼らに対して、自分たちが支配しているすべての陸地および海からの安全を保障すること。
§1.47.5δεξάμενος δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι Ἀσκάνιον μὲν τὸν πρεσβύτατον τῶν παίδων ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείᾳ τοῦ ἔθνους ἀποπέμπει·
アイネイアスはこの条件を受け入れ、それが現状で最善であると考えて、子供たちの中で最年長のアスカニオスを、その大部分がフリュギア人からなる同盟軍の一部とともに、ダスキュリティスと呼ばれる土地(そこにはアスカニア湖がある)へと送り出した。 アスカニオスはその地の住民からその民族の王となるよう招かれていたのである。
καὶ ᾤκησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ πολύν.
アスカニオスはそこに短期間住んだ。
ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται.
しかし、スカマンドリオスおよび、ネオプトレモスによってギリシアから解放された他のヘクトルの子らが彼のもとへとやってくると、彼は彼らを父祖の領土へと復帰させるために、トロイアへと戻った。
§1.47.6καὶ περὶ μὲν Ἀσκανίου τοσαῦτα λέγεται·
アスカニオスについてはこれほどのことが語られている。
τοὺς δὲ ἄλλους παῖδας Αἰνείας παραλαβὼν καὶ τὸν πατέρα καὶ τὰ ἕδη τῶν θεῶν, ἐπειδὴ παρεσκευάσθη τὸ ναυτικὸν αὐτῷ, διαπλεῖ τὸν Ἑλλήσποντον ἐπὶ τῆς ἔγγιστα κειμένης χερρονήσου τὸν πλοῦν ποιούμενος, ἣ πρόκειται μὲν τῆς Εὐρώπης, καλεῖται δὲ Παλλήνη.
一方、アイネイアスは、他の子供たちと父親、そして神々の像を連れ、船団の準備が整うと、ヘレスポントスを渡って、ヨーロッパの前面に位置しパレネと呼ばれる、最も近くにある半島を目指して航行した。
ἔθνος δʼ εἶχεν αὐτὴν Θρᾴκιον σύμμαχον Κρουσαῖον καλούμενον ἁπάντων προθυμότατον τῶν συναραμένων αὐτοῖς τοῦ πολέμου.
その半島には、クルサイオイと呼ばれるトラキア人の同盟部族が住んでおり、彼らは彼らとともに戦争を分担したすべての中で最も熱心な人々であった。

語釈・文法注

  1. 1.47.1σώζεσθαι — 不定詞 `σώζεσθαι`(現在中動態)は、名詞 `ἄδειαν`(自由、猶予、機会)を修飾し、「自らの安全を確保するための」という目的または結果のニュアンスを伴う補足的役割を果たしている。
  2. 1.47.2τῆς ἐλευθερίας — 属格 `τῆς ἐλευθερίας` は、中動態分詞 `περιεχόμενοι`(`περιέχομαι`「〜に固守する、しがみつく」)によって支配されている。
  3. 1.47.4ἐπὶ τοῖσδε — 「以下の条件のもとで」を意味する慣用的な前置詞句。直後に続く二つの対格不定詞句(`Αἰνείαν ... ἀπελθεῖν` および `Ἀχαιοὺς δὲ παρασχεῖν`)が、協定の具体的な内容を説明している。
  4. 1.47.5ἐκ τῶν ἐνόντων — 直訳は「存在する(可能な)ものの中から」。現状の困難な状況において「可能な限りで」「最善の選択肢として」を意味する慣用表現である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.47.1-1.47.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.47.1-1.47.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。