Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.47.1-1.47.6

与阿开亚人的和约与埃涅阿斯出航

第 47 段,共 962 段 · 希腊语

内容简介

在伊达山集结的特洛伊幸存者与阿开亚人达成了撤离的和解协议。埃涅阿斯派遣长子阿斯卡尼乌斯前往达斯库利蒂斯,而自己则带领其余家人和神像乘船前往帕勒涅半岛。

§1.47.1ἐν δὲ τούτῳ κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν καὶ περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσι παρῆκαν.
与此同时,阿开亚人已合力攻占了城市,但由于他们忙于掠夺,因而给逃难者留下了保障自身安全的大量余地。
οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθʼ ὁδὸν εὑρόντες τοὺς σφετέρους καὶ καθʼ ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.
而埃涅阿斯一行人在途中找到了他们的同胞,并在全体汇合为一体后,占领了伊达山最坚固的地方。
§1.47.2ἦλθον δʼ ὡς αὐτοὺς οἵ τʼ ἐν Δαρδάνῳ τότε οἰκοῦντες, ὡς εἶδον φλόγα πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ καταλιπόντες τὴν πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ ναυτικόν τι συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου πόλεως ὁ δῆμος ἅπας καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων τῆς ἐλευθερίας οἱ περιεχόμενοι·
当时居住在达尔达诺斯的人也来到了他们那里。 他们一看到伊利翁升起不同寻常的熊熊烈火,就在夜间遗弃城市逃走了——除了那些与埃lym斯和埃gest斯一起准备好船只并已提前离开城市的人之外——此外,还有来自奥弗里尼乌姆市的全体民众,以及来自其他特洛伊城市中坚守自由的人。
δύναμίς τε αὕτη διʼ ἐλαχίστου χρόνου μεγίστη τῶν Τρωικῶν ἐγένετο.
这支势力在极短的时间内便成为特洛伊人中最为庞大的一支。
§1.47.3οἱ μὲν οὖν σὺν Αἰνείᾳ διασωθέντες ἐκ τῆς καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων, Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ φρούρια δῃώσαντες παρεσκευάζοντο μὲν ὡς καὶ §1.47.4τοὺς ἐν τοῖς ὄρεσι χειρωσόμενοι.
于是,与埃涅阿斯一起从城陷中幸免于难的人们在这些地方留驻,期望在敌人乘船撤走后,不久便能重返家园。 而阿开亚人在奴役了该城并蹂躏了附近的土地和堡垒之后,正准备着去征服那些在山中的人。
πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκκλησίαν ἐπὶ τοῖς2δε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις· Αἰνείαν μὲν καὶ τοὺς σὺν αὐτῷ τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν, παραδόντας Ἀχαιοῖς τὰ φρούρια· Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας.
但由于他们派来了使者商讨和解,并请求不要把他们逼入战争的绝境,阿开亚人聚集到大会中,在下列条件下与他们达成和解:埃涅阿斯及其部下携带他们在逃亡中救出的所有财物,在规定的时间内撤离特罗阿德,并将堡垒移交给阿开亚人;而阿开亚人则根据协议,保障他们从阿开亚人所控制的一切陆地和海上安全撤离。
§1.47.5δεξάμενος δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι Ἀσκάνιον μὲν τὸν πρεσβύτατον τῶν παίδων ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείᾳ τοῦ ἔθνους ἀποπέμπει·
埃涅阿斯接受了这些条件,并认为这是在当前情况下所能做出的最善抉择。 于是,他派遣长子阿斯卡尼乌斯,率领盟军的一部分(其中大部分是弗里吉亚人),前往被称为达斯库利蒂斯的土地(那里有阿斯卡尼亚湖),因为阿斯卡尼乌斯受到当地居民的召请去担任该民族的国王。
καὶ ᾤκησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ πολύν.
阿斯卡尼乌斯在那里居住了一小段时间。
ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται.
但当斯卡曼德里乌斯以及被新普托勒莫斯从希腊释放的其他赫克托耳的子嗣来到他那里时,他便带领他们返回特洛伊,恢复了他们父祖的统治。
§1.47.6καὶ περὶ μὲν Ἀσκανίου τοσαῦτα λέγεται·
关于阿斯卡尼乌斯,所说的就是这些。
τοὺς δὲ ἄλλους παῖδας Αἰνείας παραλαβὼν καὶ τὸν πατέρα καὶ τὰ ἕδη τῶν θεῶν, ἐπειδὴ παρεσκευάσθη τὸ ναυτικὸν αὐτῷ, διαπλεῖ τὸν Ἑλλήσποντον ἐπὶ τῆς ἔγγιστα κειμένης χερρονήσου τὸν πλοῦν ποιούμενος, ἣ πρόκειται μὲν τῆς Εὐρώπης, καλεῖται δὲ Παλλήνη.
而埃涅阿斯则带上其余的孩子、父亲和神像,当他的船队准备就绪后,便渡过赫勒斯蓬特海峡,向着最近的半岛驶去。 该半岛位于欧洲的前方,被称为帕勒涅。
ἔθνος δʼ εἶχεν αὐτὴν Θρᾴκιον σύμμαχον Κρουσαῖον καλούμενον ἁπάντων προθυμότατον τῶν συναραμένων αὐτοῖς τοῦ πολέμου.
那里居住着一个被称为库鲁萨伊奥伊的特拉基亚盟友民族,他们是在战争中协助特洛伊人的一切盟友中最为热心的一支。

词汇与语法注释

  1. 1.47.1σώζεσθαι — 该不定动词 `σώζεσθαι`(现在中动体)修饰名词 `ἄδειαν`(自由、机会、安全),起补充说明作用,表示“为了拯救自身”的余地或机会。
  2. 1.47.2τῆς ἐλευθερίας — 属格 `τῆς ἐλευθερίας` 受中动体分词 `περιεχόμενοι`(源自 `περιέχομαι`,意为“坚持”、“固守”)的支配。
  3. 1.47.4ἐπὶ τοῖσδε — 这是一个惯用的介词短语,意为“在下列条件之下”,它引导了和约的具体条款,这些条款由接下来的两个“对格加不定动词”结构(`Αἰνείαν ... ἀπελθεῖν` 和 `Ἀχαιοὺς δὲ παρασχεῖν`)具体阐述。
  4. 1.47.5ἐκ τῶν ἐνόντων — 字面意思是“从现有(可能)的事物中”。这是一个惯用语,表示在当前困难的处境下“尽可能的”或“作为最善的选择”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.47.1-1.47.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.47.1-1.47.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。