§1.41.1ὁ δʼ ἀληθέστερος, ᾧ πολλοὶ τῶν ἐν ἱστορίας σχήματι τὰς πράξεις αὐτοῦ διηγησαμένων ἐχρήσαντο, τοιός2δε·
より真実な語りは、歴史という叙述形式で彼の事績を詳しく語った多くの人々が採用したものであり、次のようなものである。
ὡς στρατηλάτης γενόμενος ἁπάντων κράτιστος τῶν καθʼ ἑαυτὸν Ἡρακλῆς καὶ δυνάμεως πολλῆς ἡγούμενος ἅπασαν ἐπῆλθε τὴν ἐντὸς Ὠκεανοῦ, καταλύων μὲν εἴ τις εἴη τυραννὶς βαρεῖα καὶ λυπηρὰ τοῖς ἀρχομένοις ἢ πόλις ὑβρίζουσα καὶ λωβωμένη τὰς πέλας ἢ μοναὶ ἀνθρώπων ἀνημέρῳ διαίτῃ καὶ ξενοκτονίαις ἀθεμίστοις χρωμένων, καθιστὰς δὲ νομίμους βασιλείας καὶ σωφρονικὰ πολιτεύματα καὶ βίων ἔθη φιλάνθρωπα καὶ κοινοπαθῆ·
すなわち、ヘラクレスは自らの時代のすべての人々の中で最も優れた将軍となり、大軍を率いて、オケアノスの内側の全地域を巡った。 その際、臣民にとって過酷で苦痛な僭主政治、近隣を侮辱し損なう都市、あるいは非文明的な生活様式や不法な旅人殺しを行う人々の住処があれば、それを滅ぼしていき、一方で合法的な王制、節度ある国制、人間味にあふれ社会的な生活の習慣を打ち立てた。
πρὸς δὲ τούτοις Ἕλλησί τε βαρβάρους συγκεραννύμενος καὶ θαλαττίοις ἠπειρώτας, οἳ τέως ἀπίστους καὶ ἀσυναλλάκτους εἶχον ὁμιλίας, ἐρήμῳ τε γῇ πόλεις ἐνιδρυόμενος καὶ ποταμοὺς ἐκτρέπων ἐπικλύζοντας πεδία καὶ τρίβους ἐκτέμνων ἀβάτοις ὄρεσι καὶ τἆλλα μηχανώμενος, ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο.
さらにこれらに加えて、それまではお互いに不信を抱き交渉も持たなかった、ギリシア人とバルバロイ、沿岸の人々と内陸の人々とを交わらせ、荒廃した土地に都市を創建し、平野を氾濫させる川の流れを変え、通行不能な山々に道を切り開き、その他すべての土地と海がすべての人の必要のために共通のものとなるように、他のさまざまなことを企てながら。
§1.41.2ἀφίκετο δὲ εἰς Ἰταλίαν οὐ μονόστολος οὐδὲ ἀγέλην βοῶν ἐπαγόμενος·
また、彼がイタリアに来たのは、一人旅でも、牛の群れを引き連れてのことでもなかった。
ʽοὔτε γὰρ ὁ χῶρος ἐν τρίβῳ τοῖς εἰς Ἄργος ἐξ Ἰβηρίας ἀνασκευαζομένοις, οὔτε τοῦ διελθεῖν ἕνεκα τὴν χώραν τοσαύτης ἂν ἠξιώθη τιμῆς·
(というのも、イベリアからアルゴスへ帰還する者たちにとって、この場所は通り道ではないし、また単にその土地を通過するためだけであれば、これほど大きな栄誉を受けるに値するものとはされなかったであろうからである。
̓ ἀλλʼ ἐπὶ δουλώσει καὶ ἀρχῇ τῶν τῇδε ἀνθρώπων στρατὸν ἄγων πολὺν Ἰβηρίαν ἤδη κεχειρωμένος·
)そうではなく、すでにイベリアを屈服させた上で、この地の人間を服従させ支配するために、大軍を率いて来たのである。
διατρῖψαί τε αὐτόθι πλείω χρόνον ἠναγκάσθη τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ, ἣ ἐγένετο χειμῶνος ἐπιλαβόντος, καὶ τῷ μὴ πάντα τὰ ἔθνη τὰ κατέχοντα Ἰταλίαν προσχωρῆσαι αὐτῷ ἑκούσια.
そして、冬の到来によって生じた海軍の不在と、イタリアを占有するすべての部族が自発的に彼に帰属したわけではなかったために、彼はそこに長い時間をとどまることを余儀なくされた。
§1.41.3χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰς2βολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν.
なぜなら、他のバルバロイとは別に、アルプス山脈の隘路に居住する、人口が多く戦闘的なリグリア人の部族が、彼のイタリアへの侵入を武力で阻止しようと試みたからであり、そこではギリシア人にとって最大の戦いが生じ、戦闘において彼らのあらゆる武器が尽き果てたからである。
δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ.
古代の詩人のうちアイスキュロスが『解き放たれるプロメテウス』の中で、この戦争を明らかにしている。
πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος.
なぜなら、彼によって、プロメテウスがヘラクレスに対して、ゲリュオネスに対する遠征においてそれぞれどのように事態が彼に起こるはずであったか、他の諸々のことを予言し、とりわけリグリア戦争についても、その戦いが容易なものではないことを詳しく語るように作られているからである。
τὰ δὲ ποιήματα ὧδʼ ἔχει·
その詩句は以下の通りである。
"ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει.
「お前はリグリア人の恐れ知らずの軍勢のもとに至るだろう。 そこでは、たとえお前が猛々しくあろうとも、戦いに不満を抱くことはないだろう、と私はよく知っている。
πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.
なぜなら、お前は武器をも使い果たすことが定められているからだ。
"
」