§1.31.1μετὰ δὲ οὐ πολὺν χρόνον στόλος ἄλλος Ἑλληνικὸς εἰς ταῦτα τὰ χωρία τῆς Ἰταλίας κατάγεται, ἑξηκοστῷ μάλιστα ἔτει πρότερον τῶν Τρωικῶν, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσιν, ἐκ Παλλαντίου πόλεως Ἀρκαδικῆς ἀναστάς.
それから間もなく、別のギリシア人の船隊が、ローマ人自身が言うには、トロイア戦争のほぼ六十年前、アルカディアの都市パランティオンから出発して、イタリアのこれらの土地に着岸する。
ἡγεῖτο δὲ τῆς ἀποικίας Εὔανδρος Ἑρμοῦ λεγόμενος καὶ νύμφης τινὸς Ἀρκάσιν ἐπιχωρίας, ἣν οἱ μὲν Ἕλληνες Θέμιν εἶναι λέγουσι καὶ θεοφόρητον ἀποφαίνουσιν, οἱ δὲ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἀρχαιολογίας τῇ πατρίῳ γλώσσῃ Καρμέντην ὀνομάζουσιν·
この植民を率いていたのは、ヘルメスと、アルカディア人の土着のニンフとの子と言われるエヴァンドロスであった。 そのニンフをギリシア人はテミスであると言い、神に憑依された者と主張するが、ローマの古代誌を著した人々は母国語でカルメンタと呼んでいる。
εἴη δʼ ἂν Ἑλλάδι φωνῇ Θεσπιῳδὸς τῇ νύμφῃ τοὔνομα·
ギリシアの言葉であれば、そのニンフの名は「テスピオドス」となるであろう。
τὰς μὲν γὰρ ᾠδὰς καλοῦσι Ῥωμαῖοι κάρμινα, τὴν δὲ γυναῖκα ταύτην ὁμολογοῦσι δαιμονίῳ πνεύματι κατάσχετον γενομένην τὰ μέλλοντα συμβαίνειν τῷ πλήθει διʼ ᾠδῆς προλέγειν.
というのも、ローマ人は歌を「カルミナ」と呼び、またこの女性が神的な霊に憑依されて、群衆に将来起こることを歌によって予言したと認めているからである。
§1.31.2ὁ δὲ στόλος οὗτος οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς γνώμης ἐπέμφθη, ἀλλὰ στασιάσαντος τοῦ δήμου τὸ ἐλαττωθὲν μέρος ἑκούσιον ὑπεξῆλθεν.
そしてこの船隊は共同体の決議によって派遣されたのではなく、民衆が内紛を起こした際、敗れて劣勢となった側が自発的に退去したものであった。
ἐτύγχανε δὲ τότε τὴν βασιλείαν τῶν Ἀβοριγίνων παρειληφὼς Φαῦνος, Ἄρεος ὥς φασιν ἀπόγονος, ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετὸς, καὶ αὐτὸν ὡς τῶν ἐπιχωρίων τινὰ Ῥωμαῖοι δαιμόνων θυσίαις καὶ ᾠδαῖς γεραίρουσιν.
そして当時は、アレスの子孫であると言われるファウヌスがアボリギネスの王権を受け継いでいた。 彼は精力的な行動力と賢さを兼ね備えた男であり、ローマ人は彼を土着の神霊の一人として生け贄と歌によって崇めている。
οὗτος ὁ ἀνὴρ δεξάμενος κατὰ πολλὴν φιλότητα τοὺς Ἀρκάδας ὀλίγους ὄντας, δίδωσιν αὐτοῖς τῆς αὑτοῦ χώρας ὁπόσην ἐβούλοντο.
この男は、少数であったアルカディア人たちを非常に好意的に迎え入れ、彼らに自身の土地のうち望むだけの量を与えた。
§1.31.3οἱ δὲ Ἀρκάδες, ὡς ἡ Θέμις αὐτοῖς ἐπιθειάζουσα ἔφραζεν, αἱροῦνται λόφον ὀλίγον ἀπέχοντα τοῦ Τεβέριος, ὅς ἐστι νῦν ἐν μέσῳ μάλιστα τῆς Ῥωμαίων πόλεως, καὶ κατασκευάζονται πρὸς αὐτῷ κώμην βραχεῖαν, δυσὶ ναυτικοῖς πληρώμασιν ἐν οἷς ἀπανέστησαν τῆς Ἑλλάδος ἀποχρῶσαν, ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ὅσην οὔθʼ Ἑλλάδα πόλιν οὔτε βάρβαρον κατά τε οἰκήσεως μέγεθος καὶ κατὰ δυναστείας ἀξίωσιν καὶ τὴν ἄλλην ἅπασαν εὐτυχίαν, χρόνον τε ὁπόσον ἂν ὁ θνητος αἰὼν ἀντέχῃ §1.31.4πόλεων μάλιστα πασῶν μνημονευθησομένην.
アルカディア人たちは、テミスが神がかりとなって告げた通りに、テベリス川から少し離れた、現在はほぼローマ人の都市の中央にある丘を選び、そのふもとに、ギリシアを去った際の二つの船の乗組員にとって十分な大きさの小さな村を建設した。 宿命が時とともに、この村を、居住地の規模においても、支配権の威信においても、その他のあらゆる繁栄においても、ギリシアの都市であれ蛮族の都市であれ比肩するものがないほどの大きさにし、また死すべき者の時代が続く限りの時間、あらゆる都市の中で最も記憶されるべきものにするはずであった。
ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως·
彼らは、アルカディアにある自分たちの母都市にちなんで、この小さな町にパランティオンという名を付けた。
νῦν μέντοι Παλάτιον ὑπὸ Ῥωμαίων λέγεται συγχέαντος τοῦ χρόνου τὴν ἀκρίβειαν καὶ παρέχει πολλοῖς ἀτόπων ἐτυμολογιῶν ἀφορμάς·
しかし、現在は歳月が正確さを曖昧にしたため、ローマ人によってパラティウムと呼ばれており、多くの人々に不自然な語源説のきっかけを提供している。