Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.31.1-1.31.4

埃万德罗的到来与帕兰提翁的建立

第 31 段,共 962 段 · 希腊语

内容简介

埃万德罗率领的阿卡迪亚新船队抵达意大利,获得法乌努斯国王赠予的土地,并建立了帕兰提翁(即后来的帕拉提乌姆)村。文中还提及了埃万德罗具有预言能力的母亲卡尔门塔。

§1.31.1μετὰ δὲ οὐ πολὺν χρόνον στόλος ἄλλος Ἑλληνικὸς εἰς ταῦτα τὰ χωρία τῆς Ἰταλίας κατάγεται, ἑξηκοστῷ μάλιστα ἔτει πρότερον τῶν Τρωικῶν, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσιν, ἐκ Παλλαντίου πόλεως Ἀρκαδικῆς ἀναστάς.
此后不久,另一个希腊船队在意大利的这些地方登陆,据罗马人自己说,大约是在特洛伊战争前六十年,他们是从阿卡迪亚的帕兰提翁城出发的。
ἡγεῖτο δὲ τῆς ἀποικίας Εὔανδρος Ἑρμοῦ λεγόμενος καὶ νύμφης τινὸς Ἀρκάσιν ἐπιχωρίας, ἣν οἱ μὲν Ἕλληνες Θέμιν εἶναι λέγουσι καὶ θεοφόρητον ἀποφαίνουσιν, οἱ δὲ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἀρχαιολογίας τῇ πατρίῳ γλώσσῃ Καρμέντην ὀνομάζουσιν·
率领这支移民队伍的是埃万德罗,据说他是赫尔墨斯与阿卡迪亚当地某位宁芙的孩子。 希腊人说这位宁芙是忒弥斯,并宣称她受到神灵启示,而撰写罗马考古学的人则用祖国语言称她为卡尔门塔。
εἴη δʼ ἂν Ἑλλάδι φωνῇ Θεσπιῳδὸς τῇ νύμφῃ τοὔνομα· τὰς μὲν γὰρ ᾠδὰς καλοῦσι Ῥωμαῖοι κάρμινα, τὴν δὲ γυναῖκα ταύτην ὁμολογοῦσι δαιμονίῳ πνεύματι κατάσχετον γενομένην τὰ μέλλοντα συμβαίνειν τῷ πλήθει διʼ ᾠδῆς προλέγειν.
在希腊语中,这位宁芙的名字将是德斯皮奥多斯;因为罗马人把歌谣称为“carmina”,并且他们承认这个女子被神圣的灵气所附,通过歌谣向大众预言未来将要发生的事。
§1.31.2ὁ δὲ στόλος οὗτος οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς γνώμης ἐπέμφθη, ἀλλὰ στασιάσαντος τοῦ δήμου τὸ ἐλαττωθὲν μέρος ἑκούσιον ὑπεξῆλθεν.
而这支船队并非根据公共决议派出的,而是在民众发生内讧时,失势的弱势部分自愿退出的。
ἐτύγχανε δὲ τότε τὴν βασιλείαν τῶν Ἀβοριγίνων παρειληφὼς Φαῦνος, Ἄρεος ὥς φασιν ἀπόγονος, ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετὸς, καὶ αὐτὸν ὡς τῶν ἐπιχωρίων τινὰ Ῥωμαῖοι δαιμόνων θυσίαις καὶ ᾠδαῖς γεραίρουσιν.
当时,阿瑞斯的后代(据人们说)法乌努斯正好继承了阿博里金人的王位,他是一个既精明干练又聪明睿智的人,罗马人把他作为本土的神灵之一,用祭祀和歌谣来尊崇他。
οὗτος ὁ ἀνὴρ δεξάμενος κατὰ πολλὴν φιλότητα τοὺς Ἀρκάδας ὀλίγους ὄντας, δίδωσιν αὐτοῖς τῆς αὑτοῦ χώρας ὁπόσην ἐβούλοντο.
这个人以极大的友好接待了人数不多的阿卡迪亚人,并将自己领土中他们所想要的任何数量赐予他们。
§1.31.3οἱ δὲ Ἀρκάδες, ὡς ἡ Θέμις αὐτοῖς ἐπιθειάζουσα ἔφραζεν, αἱροῦνται λόφον ὀλίγον ἀπέχοντα τοῦ Τεβέριος, ὅς ἐστι νῦν ἐν μέσῳ μάλιστα τῆς Ῥωμαίων πόλεως, καὶ κατασκευάζονται πρὸς αὐτῷ κώμην βραχεῖαν, δυσὶ ναυτικοῖς πληρώμασιν ἐν οἷς ἀπανέστησαν τῆς Ἑλλάδος ἀποχρῶσαν, ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ὅσην οὔθʼ Ἑλλάδα πόλιν οὔτε βάρβαρον κατά τε οἰκήσεως μέγεθος καὶ κατὰ δυναστείας ἀξίωσιν καὶ τὴν ἄλλην ἅπασαν εὐτυχίαν, χρόνον τε ὁπόσον ἂν ὁ θνητος αἰὼν ἀντέχῃ §1.31.4πόλεων μάλιστα πασῶν μνημονευθησομένην.
而阿卡迪亚人按照忒弥斯神灵附体时所告知的那样,选择了一座距离台伯河不远的丘陵(此地如今正处于罗马人城市的中心),并在其附近建造了一个小村庄,这个村庄对他们离开希腊时所乘两艘船的船员来说足够宽敞,宿命注定会随着时间的推移,使这个村庄在居住规模、统治威严以及其他所有福祉上,都达到任何希腊或蛮族城市都无法比拟的程度,并在凡人世代所能维系的所有时间里,使其成为所有城市中最值得纪念的。
ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως· νῦν μέντοι Παλάτιον ὑπὸ Ῥωμαίων λέγεται συγχέαντος τοῦ χρόνου τὴν ἀκρίβειαν καὶ παρέχει πολλοῖς ἀτόπων ἐτυμολογιῶν ἀφορμάς·
他们根据自己在阿卡迪亚的母邦,将这个小镇命名为帕兰提翁;然而如今,由于岁月混淆了其准确性,它被罗马人称为帕拉提乌姆,并为许多人提供了荒谬语源学的根据。

词汇与语法注释

  1. 1.31.1εἴη δʼ ἂν ... τοὔνομα — 希求法动词 εἴη 带有助词 ἄν,表示现在或将来的可能性(潜在,“将会是”)。与格的 τῇ νύμφῃ 是所有与格(“对于该宁芙来说,名字将会是……”)。
  2. 1.31.3ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ... μνημονευθησομένην — 这是一个修饰先行词 κώμην(“小村庄”)的关系从句。不定式 θήσειν(“使得”)作为 ἔμελλε(“注定要”)的补语,而将来被动分词 μνημονευθησομένην(“将被纪念”)作为宾语补足语与关系代词 ἣν 保持一致,从而构成了“宿命注定会随着时间的推移,使[这个村庄]成为所有城市中最值得纪念的”这一句式。
  3. 1.31.4συγχέαντος τοῦ χρόνου — 这是一个属格绝对结构,以名词 τοῦ χρόνου(“时间”)为逻辑主语,配合不定过去时主动分词 συγχέαντος,表示原因(“因为时间混淆了其准确性”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.31.1-1.31.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.31.1-1.31.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。