§1.28.1τούτῳ τῷ λόγῳ πολλοὺς καὶ ἄλλους συγγραφεῖς περὶ τοῦ Τυρρηνῶν γένους χρησαμένους ἐπίσταμαι, τοὺς μὲν κατὰ ταὐτά, τοὺς δὲ μεταθέντας τὸν οἰκισμὸν καὶ τὸν χρόνον.
私は、他の多くの歴史家たちもテュレノス人の出自についてこの説を用いたことを知っている。 ある者は(ヘロドトスと)同様に、またある者は植民地と年代を変更して。
ἔλεξαν γὰρ δή τινες Ἡρακλέους υἱὸν εἶναι τὸν Τυρρηνὸν ἐξ Ὀμφάλης τῆς Λυδῆς γενόμενον·
というのも、ある人々はテュレノスを、リディアの女オンパレとの間に生まれたヘラクレスの息子であると言ったからである。
τοῦτον δʼ ἀφικόμενον εἰς Ἰταλίαν ἐκβαλεῖν τοὺς Πελασγοὺς ἐκ τῶν πόλεων οὐχ ἁπασῶν, ἀλλʼ ὅσαι πέραν ἦσαν τοῦ Τεβέριος ἐν τῷ βορείῳ μέρει.
そして、彼はイタリアに到着すると、ペラスゴイ人を都市から追い出したが、すべての都市からではなく、テベリス川の向こう側、北部にあった都市からだけだった。
ἕτεροι δὲ Τηλέφου παῖδα τὸν Τυρρηνὸν ἀποφαίνουσιν, ἐλθεῖν δὲ μετὰ τὴν Τροίας ἅλωσιν εἰς Ἰταλίαν.
他方、別の人々はテュレノスをテレポスの子であると主張し、トロイア陥落後にイタリアへ来たのだとする。
§1.28.2Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς εἰ καί τις ἄλλος ἔμπειρος ὤν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθείς, οὔτε Τυρρηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν οὔτε ἀποικίαν Μῃόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται Τυρρηνίας τε μνήμην ὡς Λυδῶν ἀποκτίσεως ταπεινοτέρων ἄλλων μεμνημένος οὐδεμίαν πεποίηται·
しかし、古代の歴史に誰よりも精通しているリディア人クサントスは、自国の歴史の権威(保証人)としても誰にも劣らないと見なされているが、その著作のどこにおいてもテュレノスをリディア人の支配者として名指ししておらず、マイオニア人の移民(植民船団)がイタリアを占領したことも知らず、他のもっと取るに足らない事柄に言及しながらも、リディア人の植民都市としてのテュレニアについては何一つ言及していない。
Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόρηβον, τούτους δὲ μερισαμένους τὴν πατρῴαν ἀρχὴν ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους·
しかし、アテュスの子として生まれたのはリドスとトレボスであり、彼ら二人は父親の支配権を分割し、ともにアジアに留まったと言う。
καὶ τοῖς ἔθνεσιν ὧν ἦρξαν ἐπʼ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας, λέγων ὧδε·
そして、彼らが支配した諸民族には、彼らにちなんでその名称が与えられたと言い、次のように述べている。
ʽἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ Τορήβου δὲ Τόρηβοι.
「リドスからはリディア人が生じ、トレボスからはトレボイ人が生じる。
τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι σιλλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ
彼らの言語はわずかしか違わず、現在でもなお、多くの言葉において互いに嘲り合っている。
§1.28.3Δωριεῖσʼ.
ちょうどイオニア人とドリア人がそうであるように。
Ἑλλάνικος δὲ ὁ Λέσβιος τοὺς Τυρρηνούς φησι Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν νῦν ἔχουσι προσηγορίαν.
」また、レスボス人ヘラニコスは、テュレノス人は以前はペラスゴイ人と呼ばれていたが、イタリアに定住したことで現在持っている名称を受け入れたのだと主張する。
ἔχει δὲ αὐτῷ ἐν Φορωνίδι ὁ λόγος ὧδε·
そして、彼の『ポローニス』における記述は以下のようになっている。
ʽτοῦ Πελασγοῦ τοῦ βασιλέος αὐτῶν καὶ Μενίππης τῆς Πηνειοῦ ἐγένετο Φράστωρ, τοῦ δὲ Ἀμύντωρ, τοῦ δὲ Τευταμίδης, τοῦ δὲ Νάνας.
「彼らの王ペラスゴスとペネイオスの娘メニッペからプラストルが生まれ、彼からアミュントルが、彼からテウタミデスが、彼からナナスが生まれた。
ἐπὶ τούτου βασιλεύοντες οἱ Πελασγοὶ ὑπʼ Ἑλλήνων ἀνέστησαν, καὶ ἐπὶ Σπινῆτι ποταμῷ ἐν τῷ Ἰονίῳ κόλπῳ τὰς νῆας καταλιπόντες Κρότωνα πόλιν ἐν μεσογείῳ εἷλον καὶ ἐντεῦθεν ὁρμώμενοι τὴν νῦν καλεομένην Τυρσηνίην ἔκτισανʼ.
この者が王であった時に、ペラスゴイ人はギリシア人によって追放され、イオニア湾のスピン川に船を残して内陸の都市クロトンを占領し、そこから出撃して現在テュルセニアと呼ばれている地を創建した。
§1.28.4Μυρσίλος δὲ τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι Πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατʼ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον·
」他方、ミュルシロスはヘラニコスとは逆のことを主張し、テュレノス人は自分たちの地を去った時、その放浪の間に、ペラルゴイ(コウノトリ)と改名されたのだと言う。 それはペラルゴイと呼ばれる鳥に擬せられたためであり、群れをなしてギリシアや異民族の地へと渡り歩いたからである。
καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελαργικὸν καλούμενον, τούτους περιβαλεῖν.
そして、アテナイ人のためにアクロポリスを取り囲む、ペラルギコンと呼ばれる城壁を築いたのも彼らであったとする。