Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.28.1-1.28.4

关于第勒诺斯人起源的异说与考证

第 28 段,共 962 段 · 希腊语

内容简介

作者列举了关于第勒诺斯人起源的其他说法(如将其视为赫拉克勒斯或忒勒福斯之子,以及克桑托斯否定其移民的观点),并介绍了赫拉尼科斯关于其源自培拉斯吉人的学说,以及米尔西洛斯对此提出的反论(改名为佩拉尔戈伊)。

§1.28.1τούτῳ τῷ λόγῳ πολλοὺς καὶ ἄλλους συγγραφεῖς περὶ τοῦ Τυρρηνῶν γένους χρησαμένους ἐπίσταμαι, τοὺς μὲν κατὰ ταὐτά, τοὺς δὲ μεταθέντας τὸν οἰκισμὸν καὶ τὸν χρόνον.
我知道,其他许多历史学家也采用了关于第勒诺斯人族源的这一说法,有的说法相同,有的则改变了其定居点和年代。
ἔλεξαν γὰρ δή τινες Ἡρακλέους υἱὸν εἶναι τὸν Τυρρηνὸν ἐξ Ὀμφάλης τῆς Λυδῆς γενόμενον· τοῦτον δʼ ἀφικόμενον εἰς Ἰταλίαν ἐκβαλεῖν τοὺς Πελασγοὺς ἐκ τῶν πόλεων οὐχ ἁπασῶν, ἀλλʼ ὅσαι πέραν ἦσαν τοῦ Τεβέριος ἐν τῷ βορείῳ μέρει.
因为确实有人说,第勒诺斯是赫拉克勒斯与吕底亚女人翁法勒所生的儿子;并说他来到意大利后,将培拉斯吉人从他们的城市中驱逐出去,但并非所有的城市,而只是那些位于台伯河对岸北部的城市。
ἕτεροι δὲ Τηλέφου παῖδα τὸν Τυρρηνὸν ἀποφαίνουσιν, ἐλθεῖν δὲ μετὰ τὴν Τροίας ἅλωσιν εἰς Ἰταλίαν.
而其他人则指出第勒诺斯是忒勒福斯的儿子,并在特洛伊陷落后随之来到意大利。
§1.28.2Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς εἰ καί τις ἄλλος ἔμπειρος ὤν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθείς, οὔτε Τυρρηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν οὔτε ἀποικίαν Μῃόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται Τυρρηνίας τε μνήμην ὡς Λυδῶν ἀποκτίσεως ταπεινοτέρων ἄλλων μεμνημένος οὐδεμίαν πεποίηται·
然而,吕底亚人克桑托斯,如果说还有谁极其精通古代历史的话,他就是这样的人,并且在自国历史方面被认为是不亚于任何人的权威,但他既没有在著作中的任何地方将第勒诺斯称为吕底亚人的统治者,也不知道有任何梅奥尼亚人的殖民地占领了意大利,而且尽管他提到了其他更微不足道的事情,却完全没有提及第勒诺斯是作为吕底亚人殖民地的特里尼亚。
Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόρηβον, τούτους δὲ μερισαμένους τὴν πατρῴαν ἀρχὴν ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους·
但他认为阿提斯的儿子是吕多斯和特雷波斯,他们分治了父亲的国土,且双双留在了亚洲。
καὶ τοῖς ἔθνεσιν ὧν ἦρξαν ἐπʼ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας, λέγων ὧδε· ʽἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ Τορήβου δὲ Τόρηβοι.
他说,被他们统治的民族的名字就是根据他们而命名的,其说法如下:“从吕多斯产生吕底亚人,从特雷波斯产生特雷波伊人。
τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι σιλλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ §1.28.3Δωριεῖσʼ.
他们的语言仅有些微的差异,直到今天他们还在不少词汇上互相嘲讽,正如伊奥尼亚人和多利安人那样。
Ἑλλάνικος δὲ ὁ Λέσβιος τοὺς Τυρρηνούς φησι Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν νῦν ἔχουσι προσηγορίαν.
”而莱斯博斯人赫拉尼科斯则说,第勒诺斯人以前被称为培拉斯吉人,在意大利定居后才采用了他们现在的名称。
ἔχει δὲ αὐτῷ ἐν Φορωνίδι ὁ λόγος ὧδε· ʽτοῦ Πελασγοῦ τοῦ βασιλέος αὐτῶν καὶ Μενίππης τῆς Πηνειοῦ ἐγένετο Φράστωρ, τοῦ δὲ Ἀμύντωρ, τοῦ δὲ Τευταμίδης, τοῦ δὲ Νάνας.
他在《福罗尼斯》中的叙述如下:“他们的国王培拉斯戈斯与佩涅乌斯之女梅尼佩生弗拉斯托尔,弗拉斯托尔生阿明托尔,阿明托尔生特乌塔米德斯,特乌塔米德斯生纳纳斯。
ἐπὶ τούτου βασιλεύοντες οἱ Πελασγοὶ ὑπʼ Ἑλλήνων ἀνέστησαν, καὶ ἐπὶ Σπινῆτι ποταμῷ ἐν τῷ Ἰονίῳ κόλπῳ τὰς νῆας καταλιπόντες Κρότωνα πόλιν ἐν μεσογείῳ εἷλον καὶ ἐντεῦθεν ὁρμώμενοι τὴν νῦν καλεομένην Τυρσηνίην ἔκτισανʼ.
在纳纳斯统治期间,培拉斯吉人被希腊人驱逐,他们在伊奥尼亚湾的斯皮内斯河遗弃了船只攻占了内陆城市克罗托内,并以此为基地创建了现在被称为蒂尔塞尼亚的地方。
§1.28.4Μυρσίλος δὲ τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι Πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατʼ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελαργικὸν καλούμενον, τούτους περιβαλεῖν.
” 而米尔西洛斯则提出了与赫拉尼科斯相反的观点,他说第勒诺斯人在离开自己的土地后,在流放过程中改名为“佩拉尔戈伊”(鹳),因为他们像被称为佩拉尔戈伊的鸟一样,成群结队地前往希腊和外族土地;并且雅典人围绕卫城建造的那堵被称为佩拉尔基孔的城墙,正是这些人环建的。

词汇与语法注释

  1. 1.28.2εἰ καί τις ἄλλος — 意为“如果还有其他人也如此的话”,是一种惯用语,用作最高级的强调,表示“比任何人都更……”或“极其……”。
  2. 1.28.2ἂν ... νομισθείς — 语气词 ἄν 修饰分词 νομισθείς,赋予其潜在或推测的语气(“可以被认为……”)。
  3. 1.28.3Πελασγοὺς πρότερον καλουμένους — 在由 φησί 引导的带格不定式结构中(主格:τοὺς Τυρρηνούς,不定式:παραλαβεῖν),修饰 τοὺς Τυρρηνούς 的一致分词。
  4. 1.28.4τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ — 与格 Ἑλλανίκῳ 取决于表示相反的表达(无论是副词性宾格 τὰ ἔμπαλιν 还是分词 ἀποφαινόμενος),意为“主张与赫拉尼科斯相反的观点”。
  5. 1.28.4τοῖς Ἀθηναίοις ... περιβαλεῖν — 不定式 περιβαλεῖν 受 φησίν 支配,带有一个与格(τοῖς Ἀθηναίοις,“为雅典人”)和一个宾格(τὸ τεῖχος,“城墙”),而 τούτους 是其主语宾格。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.28.1-1.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.28.1-1.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。