Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §1.27.1-1.27.4

テュレノスによる植民とヘロドトスの伝承

27 / 962 箇所 · ギリシア語

要旨

テュレノスが率いたというティレニア人の植民伝説について、リディア(マイオニア)の王統譜を示しつつ、ヘロドトスが伝える飢饉による移住の経緯を説明する。

§1.27.1οἱ δὲ μετανάστας μυθολογοῦντες αὐτοὺς εἶναι Τυρρηνὸν ἀποφαίνουσιν ἡγεμόνα τῆς ἀποικίας γενόμενον ἀφʼ ἑαυτοῦ θέσθαι τῷ ἔθνει τοὔνομα·
他方、彼らが移民であると伝説的に語る人々は、この植民の指導者となったテュレノスが、自分にちなんでこの民族にその名を与えたのだと主張する。
τοῦτον δὲ Λυδὸν εἶναι τὸ γένος ἐκ τῆς πρότερον Μῃονίας καλουμένης, παλαιὸν δή τινα μετανάστην ὄντα·
そして、この人物は以前はマイオニアと呼ばれていた地を出身とするリディア人であり、まさに古代の移民であったとする。
εἶναι δʼ αὐτὸν πέμπτον ἀπὸ Διὸς, λέγοντες ἐκ Διὸς καὶ Γῆς Μάνην γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ βασιλέα· τούτου δὲ καὶ Καλλιρόης τῆς Ὠκεανοῦ θυγατρὸς γεννηθῆναι Κότυν·
さらに、彼はゼウスから五代目の子孫であり、ゼウスとゲ(大地)からこの地における最初の王マネスが生まれたと言い、そして彼とオケアノスの娘カリロエの間にコテュスが生まれた。
τῷ δὲ Κότυϊ γήμαντι θυγατέρα Τύλλου τοῦ γηγενοῦς Ἁλίην δύο γενέσθαι παῖδας Ἀσίην καὶ Ἄτυν·
コテュスが地より生まれし者テュロスの娘ハリエと結婚すると、アシエスとアテュスという二人の子供が生まれた。
§1.27.2ἐκ δὲ Ἄτυος καὶ Καλλιθέας τῆς Χωραίου Λυδὸν φῦναι καὶ Τυρρηνόν·
アテュスとコライオスの娘カリテアからは、リドスとテュレノスが生まれた。
καὶ τὸν μὲν Λυδὸν αὐτοῦ καταμείναντα τὴν πατρῴαν ἀρχὴν παραλαβεῖν καὶ ἀπʼ αὐτοῦ Λυδίαν τὴν γῆν ὀνομασθῆναι·
そして、リドスは現地に留まり父親の支配権を引き継ぎ、彼にちなんでその地はリディアと名付けられた。
Τυρρηνὸν δὲ τῆς ἀποικίας ἡγησάμενον πολλὴν κτήσασθαι τῆς Ἰταλίας καὶ τοῖς συναραμένοις τοῦ στόλου ταύτην θέσθαι τὴν ἐπωνυμίαν.
他方、テュレノスは植民を率いてイタリアの多くを獲得し、遠征に加わった人々に対してこの名称を与えたのだとする。
§1.27.3Ἡροδότῳ δὲ εἴρηνται Ἄτυος τοῦ Μάνεω παῖδες οἱ περὶ Τυρρηνὸν, καὶ ἡ μετανάστασις τῶν Μῃόνων εἰς Ἰταλίαν οὐχ ἑκούσιος.
しかしヘロドトスによれば、テュレノスらはマネスの子アテュスの子供たちであるとされており、マイオニア人のイタリアへの移民も自発的なものではなかった。
φησὶ γὰρ ἐπὶ τῆς Ἄτυος ἀρχῆς ἀφορίαν καρπῶν ἐν τῇ γῇ Μῃόνων γενέσθαι, τοὺς δὲ ἀνθρώπους τέως μὲν ὑπὸ τῆς φιλοχωρίας κρατουμένους πολλὰ διαμηχανήσασθαι πρὸς τὴν συμφορὰν ἀλεξητήρια, τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν μέτρια σιτία προσφερομένους, τῇ δʼ ἑτέρᾳ διακαρτεροῦντας·
というのも、アテュスの統治期にマイオニア人の地で不作が生じたが、人々は、しばらくの間は故郷への愛に囚われて、その災厄に対して様々な回避策を工夫し、一日は適度な食事を摂り、もう一日は耐え忍んだ。
χρονίζοντος δὲ τοῦ δεινοῦ διανείμαντας ἅπαντα τὸν δῆμον διχῇ κλήρους ταῖς μοίραις ἐπιβαλεῖν·
しかしその苦難が長引くと、彼らは民全体を二つの組に分け、それぞれの組に籤を当てはめた。
τὸν μὲν ἐπʼ ἐξόδῳ τῆς χώρας, τὸν δʼ ἐπὶ μονῇ, καὶ τῶν Ἄτυος παίδων τὸν μὲν τῇ προσνεῖμαι, τὸν δὲ τῇ.
一方の籤は国を去るためであり、もう一方は留まるためのものであり、アテュスの子供たちのうち一人の息子を一方の組に、もう一人を他方の組に割り当てた。
§1.27.4λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας τὴν τοῦ μεῖναι τύχην, ἐκχωρῆσαι τὴν ἑτέραν ἀπολαχοῦσαν τῶν χρημάτων τὰ μέρη, ὁρμισαμένην δʼ ἐπὶ τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας, ἔνθα ἦν Ὀμβρικοῖς ἡ οἴκησις, αὐτοῦ καταμείνασαν ἱδρύσασθαι πόλεις τὰς ἔτι καὶ κατʼ αὐτὸν ἐκεῖνον οὔσας.
そしてリドスを擁する組が留まる運命を引き当てたので、財産の一部を分け与えられたもう一方の組は立ち退き、イタリアの西部、オンブリコイ人の住処があった場所に上陸して、そこに留まり、彼(ヘロドトス)自身の時代にもまだ存在している都市群を建設した。

語釈・文法注

  1. §1.27.1πέμπτον ἀπὸ Διὸς — 「ゼウスから5代目」という表現は包括的計算(始点と終点の両方を含む数え方)による。系譜によれば、ゼウス(1)、マネス(2)、コテュス(3)、アテュス(4)、そしてテュレノス(5)となり、世代の数が正確に一致する。
  2. §1.27.3τὸν μὲν ... τὸν δ' — 先行する κλήρους(対格・複数)を同格的に受けるか、あるいは代名詞的対格として機能している。「一方の籤を……他方の籤を……」と訳される。
  3. §1.27.4λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας — 独立属格構文(genitive absolute)。動詞 λαγχάνω は通常属格支配であるが、ここでは「運命を引き当てる」という意味で、対格の目的語 τὴν τοῦ μεῖναι τύχην を取っている。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §1.27.1-1.27.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.27.1-1.27.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。