§1.27.1οἱ δὲ μετανάστας μυθολογοῦντες αὐτοὺς εἶναι Τυρρηνὸν ἀποφαίνουσιν ἡγεμόνα τῆς ἀποικίας γενόμενον ἀφʼ ἑαυτοῦ θέσθαι τῷ ἔθνει τοὔνομα· τοῦτον δὲ Λυδὸν εἶναι τὸ γένος ἐκ τῆς πρότερον Μῃονίας καλουμένης, παλαιὸν δή τινα μετανάστην ὄντα· εἶναι δʼ αὐτὸν πέμπτον ἀπὸ Διὸς, λέγοντες ἐκ Διὸς καὶ Γῆς Μάνην γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ βασιλέα· τούτου δὲ καὶ Καλλιρόης τῆς Ὠκεανοῦ θυγατρὸς γεννηθῆναι Κότυν· τῷ δὲ Κότυϊ γήμαντι θυγατέρα Τύλλου τοῦ γηγενοῦς Ἁλίην δύο γενέσθαι παῖδας Ἀσίην καὶ Ἄτυν· §1.27.2ἐκ δὲ Ἄτυος καὶ Καλλιθέας τῆς Χωραίου Λυδὸν φῦναι καὶ Τυρρηνόν· καὶ τὸν μὲν Λυδὸν αὐτοῦ καταμείναντα τὴν πατρῴαν ἀρχὴν παραλαβεῖν καὶ ἀπʼ αὐτοῦ Λυδίαν τὴν γῆν ὀνομασθῆναι· Τυρρηνὸν δὲ τῆς ἀποικίας ἡγησάμενον πολλὴν κτήσασθαι τῆς Ἰταλίας καὶ τοῖς συναραμένοις τοῦ στόλου ταύτην θέσθαι τὴν ἐπωνυμίαν.
而那些传述他们是移民的人则指出,作为殖民首领的第勒诺斯以自己的名字为该民族命名;并称他出身于此前被称为梅奥尼亚的地方,是吕底亚族人,确实是一个古老的移民;又说他是宙斯的第五代子孙,声称在这一土地上的第一位国王马内斯是宙斯与盖亚(大地)所生;由他与大洋神之女卡利罗厄生下科提斯;科提斯娶了地生人蒂洛斯之女哈利埃,生有两个孩子阿西埃斯和阿提斯;由阿提斯与霍赖奥斯之女卡利塞亚生下吕多斯与第勒诺斯;吕多斯留在当地,继承了父亲的王权,该地也因他而命名为吕底亚;而第勒诺斯率领殖民者,占领了意大利的大片土地,并给参与这次远征的人们赋予了这一称呼。
§1.27.3Ἡροδότῳ δὲ εἴρηνται Ἄτυος τοῦ Μάνεω παῖδες οἱ περὶ Τυρρηνὸν, καὶ ἡ μετανάστασις τῶν Μῃόνων εἰς Ἰταλίαν οὐχ ἑκούσιος.
但赫罗多德认为,第勒诺斯等人是马内斯之子阿提斯的儿子们,而且梅奥尼亚人向意大利的移民并非出于自愿。
φησὶ γὰρ ἐπὶ τῆς Ἄτυος ἀρχῆς ἀφορίαν καρπῶν ἐν τῇ γῇ Μῃόνων γενέσθαι, τοὺς δὲ ἀνθρώπους τέως μὲν ὑπὸ τῆς φιλοχωρίας κρατουμένους πολλὰ διαμηχανήσασθαι πρὸς τὴν συμφορὰν ἀλεξητήρια, τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν μέτρια σιτία προσφερομένους, τῇ δʼ ἑτέρᾳ διακαρτεροῦντας· χρονίζοντος δὲ τοῦ δεινοῦ διανείμαντας ἅπαντα τὸν δῆμον διχῇ κλήρους ταῖς μοίραις ἐπιβαλεῖν· τὸν μὲν ἐπʼ ἐξόδῳ τῆς χώρας, τὸν δʼ ἐπὶ μονῇ, καὶ τῶν Ἄτυος παίδων τὸν μὲν τῇ προσνεῖμαι, τὸν δὲ τῇ.
因为他说,在阿提斯统治期间,梅奥尼亚人的土地发生了庄稼歉收,起初,人们由于对家乡的眷恋,针对这一灾难想出了许多缓解的办法,即在一天里吃适量的食物,而在另一天里则坚持忍耐;但随着灾难的持久,他们把所有的民众分成两部分,并对这两个部分进行抽签:一个签决定离开该国,另一个签决定留在当地,并将阿提斯的两个孩子一个分配给这一部分,另一个分配给那一部分。
§1.27.4λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας τὴν τοῦ μεῖναι τύχην, ἐκχωρῆσαι τὴν ἑτέραν ἀπολαχοῦσαν τῶν χρημάτων τὰ μέρη, ὁρμισαμένην δʼ ἐπὶ τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας, ἔνθα ἦν Ὀμβρικοῖς ἡ οἴκησις, αὐτοῦ καταμείνασαν ἱδρύσασθαι πόλεις τὰς ἔτι καὶ κατʼ αὐτὸν ἐκεῖνον οὔσας.
当与吕多斯在一起的那一部分抽中留下的命运时,分得财产份额的另一部分人便迁徙出去,并在意大利西部的、翁布里亚人居住的地方靠岸,并留在那里建立起直到他(赫罗多德)那个时代依然存在的各座城市。