§1.21.1Φαλέριον δὲ καὶ Φασκέννιον ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι ὑπὸ Ῥωμαίων, μίκρʼ ἄττα διασώζουσαι ζώπυρα τοῦ Πελασγικοῦ γένους, Σικελῶν ὑπάρχουσαι πρότερον.
ファレリウムとファスケンニウムは、私の時代に至るまでもローマ人によって居住されており、かつてはシケロイ人のものであったが、ペラスゴイの民族のいくつかの小さな火種を保存していた。
ἐν ταύταις διέμεινε πολλὰ τῶν ἀρχαίων διαιτημάτων, οἷς τὸ Ἑλληνικόν ποτʼ ἐχρήσατο, ἐπὶ μήκιστον χρόνον, οἷον ὅ τε τῶν ὅπλων τῶν πολεμιστηρίων κόσμος, ἀσπίδες Ἀργολικαὶ καὶ δόρατα, καὶ ὁπότε πολέμου ἄρχοντες ἢ τοὺς ἐπιόντας ἀμυνόμενοι στρατὸν ὑπερόριον ἀποστέλλοιεν ἱεροί τινες ἄνδρες ἄνοπλοι πρὸ τῶν ἄλλων ἰόντες σπονδοφόροι, τῶν τε ἱερῶν αἱ κατασκευαὶ καὶ τὰ ἕδη τῶν θεῶν ἁγισμοί τε καὶ θυσίαι καὶ πολλὰ τοιαῦτα ἕτερα·
これらの中には、かつてギリシア人が用いた古代の習慣の多くが極めて長い間残っていた。 例えば、戦用の武器の装具、すなわちアルゴス式の盾と槍。 また、彼らが戦争を始めるか、攻めてくる敵を防ぐために、国外へ軍隊を派遣するとき、いくつかの聖なる男たちが武器を持たずに、他の者たちの先頭に立って和平の使者として進んでいくこと、神殿の構造、神々の神像、清めの儀式、犠牲式、そして他の多くのそのようなことである。
§1.21.2πάντων δὲ περιφανέστατον μνημεῖον τῆς ἐν Ἄργει ποτὲ οἰκήσεως τῶν ἀνθρώπων ἐκείνων οἳ τοὺς Σικελοὺς ἐξήλασαν, ὁ τῆς Ἥρας νεὼς ἐν Φαλερίῳ κατεσκευασμένος ὡς ἐν Ἄργει, ἔνθα καὶ τῶν θυηπολιῶν ὁ τρόπος ὅμοιος ἦν καὶ γυναῖκες ἱεραὶ θεραπεύουσαι τὸ τέμενος ἥ τε λεγομένη κανηφόρος ἁγνὴ γάμων παῖς καταρχομένη τῶν θυμάτων χοροί τε παρθένων ὑμνουσῶν τὴν θεὸν ᾠδαῖς πατρίοις.
しかし、シケロイ人を追い出したあの人々が、かつてアルゴスに住んでいたことの最も明白な記念碑は、アルゴスにおけるのと同様に作られたファレリウムのヘラ神殿であり、そこでは犠牲式の方法も同様であり、聖なる女性たちが聖域に仕え、カネーポロスと呼ばれる、未婚の清らかな少女が犠牲式の先導を勤め、乙女たちの合唱隊が祖先伝来の歌によって女神を賛美していた。
§1.21.3ἔσχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν·
彼らはまた、きわめて肥沃で、その景観も極めて美しい、いわゆるカンパニアの平原の少なからぬ一部をも領有した。 そこからアウロニッソイ人という未開の民族を一部追い払ったのである。
καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ.
そしてそこに他の都市とともにラリサを建設し、ペロポネソスにある自分たちの本国にちなんでその名を名付けた。
§1.21.4τῶν μὲν οὖν ἄλλων πολισμάτων ἔστιν ἃ καὶ μέχρις ἐμοῦ ὀρθὰ ἦν, διαμείψαντα πολλάκις τοὺς οἰκήτορας·
したがって、他の都市のうちには、居住者を何度も変えながらも、私の時代まで存続していたものもある。
ἡ δὲ Λάρισα ἐκ πολλῶν πάνυ χρόνων ἐρημωθεῖσα οὐδʼ εἰ πώποτε ᾠκήθη γνώρισμα φανερὸν οὐδὲν ἔχει τοῖς νῦν ὅτι μὴ τοὔνομα, καὶ οὐδὲ τοῦτο πολλοὶ ἴσασιν·
しかしラリサは、極めて古い時代から荒廃しており、現在の人々にとっては、その名前以外に、かつて人が住んでいたという明白な目印を何も残しておらず、その名前さえ多くの人が知らない。
ἦν δὲ ἀγορᾶς Ποπιλίας καλουμένης οὐ πρόσω.
そこは、いわゆるポピリアの市場から遠くない場所にあった。
πολλὰ δὲ καὶ ἄλλα τῆς τε παραθαλαττίου καὶ ἐν τῇ μεσογείῳ χωρία κατέσχον ἀφελόμενοι τοὺς Σικελούς.
彼らはまた、シケロイ人から奪い取ることで、沿岸部や内陸部の他の多くの土地をも領有した。