§1.14.1τῶν δὲ πόλεων, ἐν αἷς τὸ πρῶτον ᾤκησαν Ἀβοριγῖνες, ὀλίγαι περιῆσαν ἐπʼ ἐμοῦ·
アボリギネスが最初に住んだ都市のうち、私の時代まで生き残っていたものは僅かである。
αἱ δὲ πλεῖσται ὑπό τε πολέμων καὶ ἄλλων κακῶν οἰκοφθορηθεῖσαι ἔρημοι ἀφεῖνται.
大部分は、戦争やその他の災いによって荒廃し、廃墟として放置されている。
ἦσαν δʼ ἐν τῇ Ῥεατίνῃ γῇ τῶν Ἀπεννίνων ὀρῶν οὐ μακρὰν, ὡς Οὐάρρων Τερέντιος ἐν ἀρχαιολογίαις γράφει, ἀπὸ τῆς Ῥωμαίων πόλεως αἱ τὸ βραχύτατον ἀπέχουσαι ἡμερήσιον διάστημα ὁδοῦ·
それらはレアーテの地、アペニン山脈のなかにあり、テレンティウス・ウァロが『古代誌』に書いているように、最も近いものはローマ市から1日の道程という極めて短い距離に位置していた。
ὧν ἐγὼ τὰς ἐπιφανεστάτας, ὡς ἐκεῖνος ἱστορεῖ, διηγήσομαι.
これらのうち、彼が記録しているなかで最も著名なものを、私は順に語ることにしよう。
§1.14.2Παλάτιον μὲν πέντε πρὸς τοῖς εἴκοσι σταδίοις ἀφεστῶσα Ῥεάτου, πόλεως οἰκουμένης ὑπὸ Ῥωμαίων ἔτι καὶ εἰς ἐμὲ, Κοϊντίας ὁδοῦ πλησίον.
パラティオンは、私の時代にいたるまでなおローマ人によって居住されている都市レアーテから25スタディオン離れており、クィンティア街道の近くにある。
Τριβόλα δὲ ἀμφὶ τοὺς ἑξήκοντα σταδίους τῆς αὐτῆς πόλεως ἀφεστῶσα, λόφον ἐπικαθημένη σύμμετρον.
トリボラは、同市からおよそ60スタディオン離れており、手頃な高さの丘の上に位置している。
Συεσβόλα δὲ τὸ αὐτὸ διάστημα τῆς Τριβόλας ἀπέχουσα, τῶν Κεραυνίων ὀρῶν πλησίον.
スエスボラは、トリボラからそれと同じ距離にあり、ケラウニア山脈の近くにある。
ἀπὸ δὲ ταύτης τετταράκοντα σταδίοις διῃρημένη πόλις ἐπιφανὴς Σούνα, ἔνθα νεὼς πάνυ ἀρχαῖός ἐστιν Ἄρεος.
これから40スタディオン離れて、スーナという著名な都市があり、そこにはきわめて古いアレスの神殿がある。
§1.14.3Μήφυλα δὲ ὡς τριάκοντα σταδίους ἄπωθεν τῆς Σούνης· δείκνυται δὲ αὐτῆς ἐρείπιά τε καὶ τείχους ἴχνη.
メピュラはスーナからおよそ30スタディオン離れており、その遺跡と城壁の痕跡が示されている。
τετταράκοντα δὲ σταδίους ἀπέχουσα Μηφύλης Ὀρουΐνιον, εἰ καί τις ἄλλη τῶν αὐτόθι πόλεων ἐπιφανὴς καὶ μεγάλη·
メピュラから40スタディオン離れてオルイニオンがあり、それはこの地域の他のどの都市にも劣らず著名で巨大である。
δῆλοι γάρ εἰσιν αὐτῆς οἵ τε θεμέλιοι τῶν τειχῶν καὶ τάφοι τινὲς ἀρχαιοπρεπεῖς καὶ πολυανδρίων ἐν ὑψηλοῖς χώμασι μηκυνομένων περίβολοι·
というのも、その城壁の基礎や、古風な墓、また高い土塁の中に長く延びる合葬墓の囲い地が今なおはっきりと見えるからである。
ἔνθα καὶ νεὼς Ἀθηνᾶς ἐστιν ἀρχαῖος, ἱδρυμένος ἐπὶ τῆς ἄκρας.
そこには、アクロポリスの上に建てられた古いアテナの神殿もある。
§1.14.4ἀπὸ δὲ σταδίων ἀγδοήκοντα Ῥεάτου τοῖς ἰοῦσι διὰ τῆς Κουρίας ὁδοῦ παρὰ Κόρητον ὄρος Κόρσουλα νεωστὶ διεφθαρμένη.
レアーテから80スタディオン離れて、クリア街道をコレトン山のそばを通って行く者たちにとって、近年になって破壊されたコルスラがある。
δείκνυται δέ τις καὶ νῆσος, Ἴσσα αὐτῇ ὄνομα, λίμνῃ περίρρυτος, ἣν χωρὶς ἐρύματος ποιητοῦ κατοικῆσαι λέγονται τοῖς τέλμασι τῆς λίμνης ὁπόσα τείχεσι χρώμενοι.
また、イッサという名の、湖に囲まれた島が示されており、そこには人工の防壁なしに、湖の沼沢地をいわば城壁代わりに用いて人々が居住したと言われている。
πλησίον δὲ τῆς Ἴσσης Μαρούιον ἐπὶ τῷ μυχῷ τῆς αὐτῆς λίμνης κειμένη, τετταράκοντα σταδίους ἀπέχουσα τῶν καλουμένων Ἑπτὰ ὑδάτων.
イッサの近く、同じ湖の奥まったところにマルイウムが位置しており、いわゆる「七つの水」から40スタディオン離れている。
§1.14.5ἀπὸ δὲ Ῥεάτου πάλιν τὴν ἐπὶ Λατίνην ὁδὸν ἰοῦσι Βατία μὲν ἀπὸ τριάκοντα σταδίων, Τιώρα δὲ ἀπὸ τριακοσίων, ἡ καλουμένη Ματιήνη.
再びレアーテからラティナ街道を行く者たちにとって、バティアは30スタディオンの距離に、ティオラ(マティエネと呼ばれる)は300スタディオンの距離にある。
ἐν ταύτῃ λέγεται χρηστήριον Ἄρεος γενέσθαι πάνυ ἀρχαῖον.
このティオラには、きわめて古いアレスの神託所があったと言われている。
ὁ δὲ τρόπος αὐτοῦ παραπλήσιος ἦν ὥς φασι τῷ παρὰ Δωδωναίοις μυθολογουμένῳ ποτὲ γενέσθαι·
その方法は、人々の言うところによれば、かつてドドナで語られていたものとよく似ていた。
πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ δρυὸς ἱερᾶς πέλεια καθεζομένη θεσπιῳδεῖν ἐλέγετο, παρὰ δὲ τοῖς Ἀβοριγῖσι θεόπεμπτος ὄρνις, ὃν αὐτοὶ μὲν πῖκον, Ἕλληνες δὲ δρυοκολάπτην καλοῦσιν, ἐπὶ κίονος ξυλίνου φαινόμενος τὸ αὐτὸ ἔδρα.
ただ、あちらでは神聖な樫の木の上に鳩が止まって神託を告げたと言われていたのに対し、アボリギネスの間では、彼ら自身がピクス、ギリシア人がゲラと呼ぶ神の遣わした鳥が、木柱の上に現れて同じことを行ったという違いがあるだけである。
§1.14.6τέτταρας δʼ ἐπὶ τοῖς εἴκοσι σταδίοις ἀπέχουσα τῆς εἰρημένης πόλεως Λίστα, μητρόπολις Ἀβοριγίνων, ἣν παλαίτερον ἔτι Σαβῖνοι νύκτωρ ἐπιστρατεύσαντες ἐκ πόλεως Ἀμιτέρνης ἀφύλακτον αἱροῦσιν·
前述の都市から24スタディオン離れて、アボリギネスの母都市であるリスタがある。 この都市を、さらに古い時代に、サビニ人がアミテルヌムの街から夜間に不意討ちをかけて、無防備なところを占領した。
οἱ δʼ ἐκ τῆς ἁλώσεως περισωθέντες ὑποδεξαμένων αὐτοὺς Ῥεατίνων, ὡς πολλὰ πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀπολαβεῖν, ἱερὰν ἀνῆκαν ὡς σφετέραν ἔτι τὴν γῆν, ἐξαγίστους ποιήσαντες ἀραῖς τοὺς καρπωσομένους αὐτὴν ὕστερον.
陥落から生き残った者たちは、レアーテの人々に受け入れられ、何度も試みたものの、取り戻すことができなかったため、その土地をなお自分たちのものであるかのように神聖なものとして神に捧げ、のちにそこから収穫を得る者たちを呪いによって忌まわしいものとした。