Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.14.1-1.14.6

瓦罗记载的阿博里金人古城群

第 14 段,共 962 段 · 希腊语

内容简介

作者引用瓦罗的《古代志》,列举并详细描述了阿博里金人曾在雷阿特地区居住的各座古城,包括其名称、距离、著名地标以及历史变迁。

§1.14.1τῶν δὲ πόλεων, ἐν αἷς τὸ πρῶτον ᾤκησαν Ἀβοριγῖνες, ὀλίγαι περιῆσαν ἐπʼ ἐμοῦ· αἱ δὲ πλεῖσται ὑπό τε πολέμων καὶ ἄλλων κακῶν οἰκοφθορηθεῖσαι ἔρημοι ἀφεῖνται.
在阿博里金人最初居住的城市中,只有少数留存到了我的时代;而大多数城市则因战争和其他灾祸而破败,被荒废了。
ἦσαν δʼ ἐν τῇ Ῥεατίνῃ γῇ τῶν Ἀπεννίνων ὀρῶν οὐ μακρὰν, ὡς Οὐάρρων Τερέντιος ἐν ἀρχαιολογίαις γράφει, ἀπὸ τῆς Ῥωμαίων πόλεως αἱ τὸ βραχύτατον ἀπέχουσαι ἡμερήσιον διάστημα ὁδοῦ·
它们位于雷阿特地区,距离阿彭宁山脉不远,正如特伦提乌斯·瓦罗在《古代志》中所写,其中距离罗马城最近的,也只有一天的路程。
ὧν ἐγὼ τὰς ἐπιφανεστάτας, ὡς ἐκεῖνος ἱστορεῖ, διηγήσομαι.
关于这些城市,我将根据他的记载,叙述其中最著名的几座。
§1.14.2Παλάτιον μὲν πέντε πρὸς τοῖς εἴκοσι σταδίοις ἀφεστῶσα Ῥεάτου, πόλεως οἰκουμένης ὑπὸ Ῥωμαίων ἔτι καὶ εἰς ἐμὲ, Κοϊντίας ὁδοῦ πλησίον.
巴拉提翁距离雷阿特——一座直到我的时代仍由罗马人居住的城市——有二十五斯塔德,靠近昆提亚大道。
Τριβόλα δὲ ἀμφὶ τοὺς ἑξήκοντα σταδίους τῆς αὐτῆς πόλεως ἀφεστῶσα, λόφον ἐπικαθημένη σύμμετρον.
特里博拉距离同一城市大约六十斯塔德,坐落于一座高度适中的山丘上。
Συεσβόλα δὲ τὸ αὐτὸ διάστημα τῆς Τριβόλας ἀπέχουσα, τῶν Κεραυνίων ὀρῶν πλησίον.
苏埃斯博拉距离特里博拉有同样的距离,靠近凯劳尼亚山脉。
ἀπὸ δὲ ταύτης τετταράκοντα σταδίοις διῃρημένη πόλις ἐπιφανὴς Σούνα, ἔνθα νεὼς πάνυ ἀρχαῖός ἐστιν Ἄρεος.
距离后者四十斯塔德是一座著名的城市苏纳,那里有一座非常古老的阿瑞斯神庙。
§1.14.3Μήφυλα δὲ ὡς τριάκοντα σταδίους ἄπωθεν τῆς Σούνης· δείκνυται δὲ αὐτῆς ἐρείπιά τε καὶ τείχους ἴχνη.
梅菲拉距离苏纳大约三十斯塔德,至今还能看到它的废墟和城壁的痕迹。
τετταράκοντα δὲ σταδίους ἀπέχουσα Μηφύλης Ὀρουΐνιον, εἰ καί τις ἄλλη τῶν αὐτόθι πόλεων ἐπιφανὴς καὶ μεγάλη· δῆλοι γάρ εἰσιν αὐτῆς οἵ τε θεμέλιοι τῶν τειχῶν καὶ τάφοι τινὲς ἀρχαιοπρεπεῖς καὶ πολυανδρίων ἐν ὑψηλοῖς χώμασι μηκυνομένων περίβολοι· ἔνθα καὶ νεὼς Ἀθηνᾶς ἐστιν ἀρχαῖος, ἱδρυμένος ἐπὶ τῆς ἄκρας.
奥尔维尼乌姆距离梅菲拉四十斯塔德,它和该地区的任何其他城市一样著名且巨大;因为它的城墙地基、一些古色古香的坟墓,以及在高耸的土堆中延伸的合葬墓围墙,都清晰可见;那里还有一座古老的雅典娜神庙,建在卫城之上。
§1.14.4ἀπὸ δὲ σταδίων ἀγδοήκοντα Ῥεάτου τοῖς ἰοῦσι διὰ τῆς Κουρίας ὁδοῦ παρὰ Κόρητον ὄρος Κόρσουλα νεωστὶ διεφθαρμένη.
从雷阿特出发八十斯塔德,对于那些沿着库里亚大道经过科雷顿山而行的人来说,是科尔苏拉,该城于近代被毁。
δείκνυται δέ τις καὶ νῆσος, Ἴσσα αὐτῇ ὄνομα, λίμνῃ περίρρυτος, ἣν χωρὶς ἐρύματος ποιητοῦ κατοικῆσαι λέγονται τοῖς τέλμασι τῆς λίμνης ὁπόσα τείχεσι χρώμενοι.
另外还可以看到一座名为伊萨的岛屿,四周环湖,据说人们在没有人工防御工事的情况下居住在那里,将湖中的沼泽地用作城墙。
πλησίον δὲ τῆς Ἴσσης Μαρούιον ἐπὶ τῷ μυχῷ τῆς αὐτῆς λίμνης κειμένη, τετταράκοντα σταδίους ἀπέχουσα τῶν καλουμένων Ἑπτὰ ὑδάτων.
靠近伊萨的是马鲁维乌姆,坐落在同一湖泊的尽头,距离被称为“七水”的地方有四十斯塔德。
§1.14.5ἀπὸ δὲ Ῥεάτου πάλιν τὴν ἐπὶ Λατίνην ὁδὸν ἰοῦσι Βατία μὲν ἀπὸ τριάκοντα σταδίων, Τιώρα δὲ ἀπὸ τριακοσίων, ἡ καλουμένη Ματιήνη.
再次,从雷阿特沿着拉蒂纳大道前行的人,巴提亚在三十斯塔德处,而被称为马蒂埃内的蒂奥拉则在三百斯塔德处。
ἐν ταύτῃ λέγεται χρηστήριον Ἄρεος γενέσθαι πάνυ ἀρχαῖον.
据说在这座城市里曾有一个非常古老的阿瑞斯神谕所。
ὁ δὲ τρόπος αὐτοῦ παραπλήσιος ἦν ὥς φασι τῷ παρὰ Δωδωναίοις μυθολογουμένῳ ποτὲ γενέσθαι· πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ δρυὸς ἱερᾶς πέλεια καθεζομένη θεσπιῳδεῖν ἐλέγετο, παρὰ δὲ τοῖς Ἀβοριγῖσι θεόπεμπτος ὄρνις, ὃν αὐτοὶ μὲν πῖκον, Ἕλληνες δὲ δρυοκολάπτην καλοῦσιν, ἐπὶ κίονος ξυλίνου φαινόμενος τὸ αὐτὸ ἔδρα.
据人们说,其方式与昔日多多纳人传说中的神谕所非常相似;不同之处仅在于,在多多纳,据说是一只停在神圣橡树上的鸽子传达神谕,而在阿博里金人这里,一只由神派遣的鸟——他们自己称之为“皮库斯”,希腊人称之为“啄木鸟”——出现在一根木柱上,进行着同样的事。
§1.14.6τέτταρας δʼ ἐπὶ τοῖς εἴκοσι σταδίοις ἀπέχουσα τῆς εἰρημένης πόλεως Λίστα, μητρόπολις Ἀβοριγίνων, ἣν παλαίτερον ἔτι Σαβῖνοι νύκτωρ ἐπιστρατεύσαντες ἐκ πόλεως Ἀμιτέρνης ἀφύλακτον αἱροῦσιν·
距离前述城市二十四斯塔德的是利斯塔,阿博里金人的母城。 在更早的时代,萨宾人夜间从阿米特尔努姆城出兵,趁其不备而占领了它。
οἱ δʼ ἐκ τῆς ἁλώσεως περισωθέντες ὑποδεξαμένων αὐτοὺς Ῥεατίνων, ὡς πολλὰ πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀπολαβεῖν, ἱερὰν ἀνῆκαν ὡς σφετέραν ἔτι τὴν γῆν, ἐξαγίστους ποιήσαντες ἀραῖς τοὺς καρπωσομένους αὐτὴν ὕστερον.
从陷落中幸存的人得到了雷阿特人的接纳,他们经过多次尝试却无法夺回它,于是便将这片土地奉为神圣,仿佛它仍归他们所有,并通过诅咒使以后享用其果实的人成为被诅咒者。

词汇与语法注释

  1. §1.14.1αἱ τὸ βραχύτατον ἀπέχουσαι ἡμερήσιον διάστημα ὁδοῦ — 这是一个名词化的分词结构,充当主句未完成过去时动词 ἦσαν 的实际主语(意为“距离最近的那些城市”)。名词 διάστημα 是表示空间维度的宾格(距离宾格),由形容词 ἡμερήσιον(一天的)和属格 ὁδοῦ(行程)修饰。
  2. §1.14.4ὁπόσα τείχεσι χρώμενοι — 关系代名词 ὁπόσος 的中性复数宾格 ὁπόσα 与分词 χρώμενοι(使用)连用,起副词性或关联性作用。它表达了“利用沼泽地作为城墙”或“利用所有能充当城墙的沼泽”的含义。
  3. §1.14.5τῷ παρὰ Δωδωναίοις μυθολογουμένῳ ποτὲ γενέσθαι — 中性单数与格分词结构 τῷ μυθολογουμένῳ 作为形容词 παραπλήσιος(相似的)的与格补足语,意为“在多多纳人那里神话般地传闻曾发生的事”。不定式 γενέσθαι 作为该分词的补充说明,构成说明传闻内容的不定式结构。
  4. §1.14.6ὡς πολλά πειραθέντες οὐχ οἷοί τε ἦσαν ἀ포λαβεῖν — ὡς 与分词 πειραθέντες 连用,表示主观原因或背景,在上下文中带有转折或让步意味(“尽管进行了多次尝试”)。惯用表达 οἷοί τε ἦσαν(他们能够)后接不定式 ἀπολαβεῖν(夺回)作为补充说明。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.14.1-1.14.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.14.1-1.14.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。