§1.12.1εὑρὼν δὲ χώραν πολλὴν μὲν εἰς νομάς, πολλὴν δὲ εἰς ἀρότους εὔθετον, ἔρημον δὲ τὴν πλείστην καὶ οὐδὲ τὴν οἰκουμένην πολυάνθρωπον, ἀνακαθήρας τὸ βάρβαρον ἐκ μέρους τινὸς αὐτῆς ᾤκισε πόλεις μικρὰς καὶ συνεχεῖς ἐπὶ τοῖς ὄρεσιν, ὅσπερ ἦν τοῖς παλαιοῖς τρόπος οἰκήσεως συνήθης.
オイノトロスは、牧草地として、また耕作地として非常に適しているものの、その大半は無人であり、居住されている地域も人口が希薄である広大な土地を見いだすと、その一部から野蛮人を駆逐し、山の上に互いに隣接する小さな町を築いて定住させた。 これは古の人々にとって習慣的な居住方法であった。
ἐκαλεῖτο δὲ ἥ τε χώρα πᾶσα πολλὴ οὖσα ὅσην κατέσχεν Οἰνωτρία, καὶ οἱ ἄνθρωποι πάντες ὅσων ἦρξεν Οἴνωτροι, τρίτην μεταλαβόντες ὀνομασίαν ταύτην.
そして彼が支配した広大な土地はすべてオイノトリアと呼ばれ、また彼が統治したすべての人々は、この3番目の名称を受け継いでオイノトロイと呼ばれた。
ἐπὶ μὲν γὰρ Αἰζειοῦ βασιλεύοντος Αἰζειοὶ ἐλέγοντο, Λυκάονος δὲ παραλαβόντος τὴν ἀρχὴν ἀπʼ ἐκείνου αὖθις Λυκάονες ὠνομάσθησαν, Οἰνώτρου δὲ κομίσαντος αὐτοὺς εἰς Ἰταλίαν Οἴνωτροι χρόνον τινὰ ἐκλήθησαν.
すなわち、アイゼイオスが王であったときには彼らはアイゼイオイと呼ばれ、リュカオンが彼から支配権を受け継ぐと、再びリュカオネスと名付けられ、オイノトロスが彼らをイタリアに導いたときには、しばらくの間オイノトロイと呼ばれたからである。
§1.12.2μαρτυρεῖ δέ μοι τῷ λόγῳ Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Τριπτολέμῳ δράματι·
私のこの説を証言してくれるのは、悲劇詩人ソポクレスの『トリプトレモス』という劇である。
πεποίηται γὰρ αὐτῷ Δημήτηρ διδάσκουσα τὸν Τριπτόλεμον, ὅσην χώραν ἀναγκασθήσεται σπείρων τοῖς δοθεῖσιν ὑπʼ αὐτῆς καρποῖς διεξελθεῖν·
というのも、その劇の中で、デメテルがトリプトレモスに、彼女から与えられた種を蒔きながら、どれほど多くの国を巡り歩くことになるかを教えているからである。
μνησθεῖσα δὲ τῆς ἑῴου πρῶτον Ἰταλίας, ἥ ἐστιν ἀπʼ ἄκρας Ἰαπυγίας μέχρι πορθμοῦ Σικελικοῦ, καὶ μετὰ τοῦτο τῆς ἀντικρὺ ἁψαμένη Σικελίας, ἐπὶ τὴν ἑσπέριον Ἰταλίαν αὖθις ἀναστρέφει καὶ τὰ μέγιστα τῶν οἰκούντων τὴν παράλιον ταύτην ἐθνῶν διεξέρχεται, τὴν ἀρχὴν ἀπὸ τῆς Οἰνώτρων οἰκήσεως ποιησαμένη.
そして、まずイアピュギア岬からシケリア海峡に至る東部イタリアに言及し、その後に向かいにあるシケリアに触れた後、再び西部イタリアに引き返して、この沿岸に住む最大の諸民族について次々と述べていくが、その記述はオイノトロイの居住地から始めている。
ἀπόχρη δὲ ταῦτα μόνα λεχθέντα τῶν ἰαμβείων, ἐν οἷς φησι·
これについては、彼が次のように語る短長格の詩句のうち、次の箇所だけを引用すれば十分である。
"τὰ δʼ ἐξόπισθε, χειρὸς εἰς τὰ δεξιά, Οἰνωτρία τε πᾶσα καὶ Τυρρηνικὸς"
κόλπος Λιγυστική τε γῆ σε δέξεται.
「そしてその背後、右手の側には、オイノトリアの全土とティレニア湾、そしてリグリアの地があなたを迎えるであろう。
§1.12.3Ἀντίοχος δὲ ὁ Συρακούσιος, συγγραφεὺς πάνυ ἀρχαῖος, ἐν Ἰταλίας οἰκισμῷ τοὺς παλαιοτάτους οἰκήτορας διεξιὼν, ὡς ἕκαστοί τι μέρος αὐτῆς κατεῖχον, Οἰνώτρους λέγει πρώτους τῶν μνημονευομένων ἐν αὐτῇ κατοικῆσαι, εἰπὼν ὧδε·
」また、シラクサのアンティオコスという極めて古い歴史家は、『イタリアの植民』において、最古の居住者たちがそれぞれどのようにその一部を占有していたかを詳述する中で、記録に残る者のうちでオイノトロイが最初にそこに定住したと述べており、次のように言っている。
ʽἈντίοχος Ξενοφάνεος τάδε συνέγραψε περὶ Ἰταλίης ἐκ τῶν ἀρχαίων λόγων τὰ πιστότατα καὶ σαφέστατα·
「クセノパネスの子アンティオコスは、イタリアについて、古い伝承から最も信頼でき、かつ最も明確な事柄を次のように書き記した。
τὴν γῆν ταύτην, ἥτις νῦν Ἰταλίη καλεῖται, τὸ παλαιὸν εἶχον Οἴνωτροἰ.
現在イタリアと呼ばれているこの土地を、古くはオイノトロイが領有していた。
ἔπειτα διεξελθὼν ὃν τρόπον ἐπολιτεύοντο, καὶ ὡς βασιλεὺς ἐν αὐτοῖς Ἰταλὸς ἀνὰ χρόνον ἐγένετο, ἀφʼ οὗ μετωνομάσθησαν Ἰταλοί, τούτου δὲ τὴν ἀρχὴν Μόργης διεδέξατο, ἀφʼ οὗ Μόργητες ἐκλήθησαν, καὶ ὡς Σικελὸς ἐπιξενωθεὶς Μόργητι ἰδίαν πράττων ἀρχὴν διέστησε τὸ ἔθνος, ἐπιφέρει ταυτί·
」それから、彼らがどのような国制を持っていたか、そして時の経過とともに彼らの間にイタロスという王が現れ、彼にちなんでイタリア人と改名されたこと、そして彼の支配権をモルゲスが受け継ぎ、彼にちなんでモルゲテスと呼ばれるようになったこと、さらにシケロスがモルゲスのもとに客分として迎えられ、独自の支配権を確立して民族を分裂させた経緯を詳述した後に、次のように付け加えている。
ʽοὕτω δὲ Σικελοὶ καὶ Μόργητες ἐγένοντο καὶ Ἰταλίητες ἐόντες Οἴνωτροἰ.
「このようにして、シケロイとモルゲテスが生じたが、彼らはイタリア人であり、オイノトロイであったのである。 」