Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.12.1-1.12.3

奥伊诺特罗斯的定居与关于奥伊诺特里亚的记载

第 12 段,共 962 段 · 希腊语

内容简介

描述了奥伊诺特罗斯在意大利的定居与建城,并引用了索福克勒斯和叙拉古的安条克关于奥伊诺特里亚人的文献见证。

§1.12.1εὑρὼν δὲ χώραν πολλὴν μὲν εἰς νομάς, πολλὴν δὲ εἰς ἀρότους εὔθετον, ἔρημον δὲ τὴν πλείστην καὶ οὐδὲ τὴν οἰκουμένην πολυάνθρωπον, ἀνακαθήρας τὸ βάρβαρον ἐκ μέρους τινὸς αὐτῆς ᾤκισε πόλεις μικρὰς καὶ συνεχεῖς ἐπὶ τοῖς ὄρεσιν, ὅσπερ ἦν τοῖς παλαιοῖς τρόπος οἰκήσεως συνήθης.
奥伊诺特罗斯发现这片土地非常适合放牧和耕作,但大部分地区荒无人烟,即使有人居住的地方人口也稀少,于是他从其中一部分地区驱逐了蛮族,在山上建立并定居了相互邻近的小城镇,这是古人常用的居住方式。
ἐκαλεῖτο δὲ ἥ τε χώρα πᾶσα πολλὴ οὖσα ὅσην κατέσχεν Οἰνωτρία, καὶ οἱ ἄνθρωποι πάντες ὅσων ἦρξεν Οἴνωτροι, τρίτην μεταλαβόντες ὀνομασίαν ταύτην.
他所占领的所有辽阔土地都被称为奥伊诺特里亚,而他所统治的所有人民也都被称为奥伊诺特里亚人,这是他们改用的第三个名称。
ἐπὶ μὲν γὰρ Αἰζειοῦ βασιλεύοντος Αἰζειοὶ ἐλέγοντο, Λυκάονος δὲ παραλαβόντος τὴν ἀρχὴν ἀπʼ ἐκείνου αὖθις Λυκάονες ὠνομάσθησαν, Οἰνώτρου δὲ κομίσαντος αὐτοὺς εἰς Ἰταλίαν Οἴνωτροι χρόνον τινὰ ἐκλήθησαν.
因为在埃泽乌斯统治时期,他们被称为埃泽乌斯人;而当吕卡翁从他那里接管政权时,他们再次被命名为吕卡翁人;而当奥伊诺特罗斯将他们带到意大利时,他们曾有一段时间被称为奥伊诺特里亚人。
§1.12.2μαρτυρεῖ δέ μοι τῷ λόγῳ Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Τριπτολέμῳ δράματι·
悲剧作家索福克勒斯在剧作《特里普托勒摩斯》中为我的这一说法提供了证据。
πεποίηται γὰρ αὐτῷ Δημήτηρ διδάσκουσα τὸν Τριπτόλεμον, ὅσην χώραν ἀναγκασθήσεται σπείρων τοῖς δοθεῖσιν ὑπʼ αὐτῆς καρποῖς διεξελθεῖν· μνησθεῖσα δὲ τῆς ἑῴου πρῶτον Ἰταλίας, ἥ ἐστιν ἀπʼ ἄκρας Ἰαπυγίας μέχρι πορθμοῦ Σικελικοῦ, καὶ μετὰ τοῦτο τῆς ἀντικρὺ ἁψαμένη Σικελίας, ἐπὶ τὴν ἑσπέριον Ἰταλίαν αὖθις ἀναστρέφει καὶ τὰ μέγιστα τῶν οἰκούντων τὴν παράλιον ταύτην ἐθνῶν διεξέρχεται, τὴν ἀρχὴν ἀπὸ τῆς Οἰνώτρων οἰκήσεως ποιησαμένη.
因为在他的剧作中,德墨忒尔向特里普托勒摩斯指明,他在用她所赐予的作物种子播种时将不得不走过多少土地;她首先提到了东意大利——即从伊阿庇吉亚角到西西里海峡的地区——之后又触及对面的西西里,然后再次折回到西意大利,并历数了居住在这片海岸的主要民族,其叙述从奥伊诺特里亚人的定居地开始。
ἀπόχρη δὲ ταῦτα μόνα λεχθέντα τῶν ἰαμβείων, ἐν οἷς φησι· "τὰ δʼ ἐξόπισθε, χειρὸς εἰς τὰ δεξιά, Οἰνωτρία τε πᾶσα καὶ Τυρρηνικὸς" κόλπος Λιγυστική τε γῆ σε δέξεται.
只需引用以下短长格诗句就足够了,在诗中他说道: “而其后,在右手方向,整个奥伊诺特里亚、提尔尼亚湾和利古里亚之地将迎接你。
§1.12.3Ἀντίοχος δὲ ὁ Συρακούσιος, συγγραφεὺς πάνυ ἀρχαῖος, ἐν Ἰταλίας οἰκισμῷ τοὺς παλαιοτάτους οἰκήτορας διεξιὼν, ὡς ἕκαστοί τι μέρος αὐτῆς κατεῖχον, Οἰνώτρους λέγει πρώτους τῶν μνημονευομένων ἐν αὐτῇ κατοικῆσαι, εἰπὼν ὧδε· ʽἈντίοχος Ξενοφάνεος τάδε συνέγραψε περὶ Ἰταλίης ἐκ τῶν ἀρχαίων λόγων τὰ πιστότατα καὶ σαφέστατα· τὴν γῆν ταύτην, ἥτις νῦν Ἰταλίη καλεῖται, τὸ παλαιὸν εἶχον Οἴνωτροἰ.
” 而叙拉古的安条克,一位非常古老的历史学家,在《意大利的建城》中详述最古老的居民以及他们各自如何占领其一部分土地时,指出奥伊诺特里亚人是记录中第一批定居在那里的人,他是这样说的:“塞诺芬尼之子安条克根据古老的传说,写下了关于意大利的最可靠且最清晰的记录:这片现在被称为意大利的土地,古时由奥伊诺特里亚人领有。
ἔπειτα διεξελθὼν ὃν τρόπον ἐπολιτεύοντο, καὶ ὡς βασιλεὺς ἐν αὐτοῖς Ἰταλὸς ἀνὰ χρόνον ἐγένετο, ἀφʼ οὗ μετωνομάσθησαν Ἰταλοί, τούτου δὲ τὴν ἀρχὴν Μόργης διεδέξατο, ἀφʼ οὗ Μόργητες ἐκλήθησαν, καὶ ὡς Σικελὸς ἐπιξενωθεὶς Μόργητι ἰδίαν πράττων ἀρχὴν διέστησε τὸ ἔθνος, ἐπιφέρει ταυτί· ʽοὕτω δὲ Σικελοὶ καὶ Μόργητες ἐγένοντο καὶ Ἰταλίητες ἐόντες Οἴνωτροἰ.
”随后,在详细叙述了他们的治理方式、以及随着时间的推移伊塔洛斯如何在他们之中成为国王(他们因此改名为意大利人)、此后摩尔格斯继承了其统治(他们因此被称为摩尔格特斯人)、以及西克卢斯如何作为客人在摩尔格斯处受到款待并建立自己的独立统治从而使该民族分裂之后,他补充了这些话:“这样便产生了西西里人和摩尔格特斯人,尽管他们也是作为意大利人的奥伊诺特里亚人。 ”

词汇与语法注释

  1. 1.12.2πεποίηται γὰρ αὐτῷ — 施事者与格。与完成时态被动语态动词 `πεποίηται`(“由他创作/表现”)连用,用以表示动作的发出者(索福克勒斯)。
  2. 1.12.2τὰ δʼ ἐξόπισθε, χειρὸς εἰς τὰ δεξιά — 方向/空间属格。名词 `χειρός` 与 `εἰς τὰ δεξιά`(“向右”)连用,构成“在右手边”这一惯用的副词短语。
  3. 1.12.3Ἰταλίητες ἐόντες Οἴνωτροι — 爱奥尼亚方言的现在分词。`ἐόντες` 相当于雅典方言的 `ὄντες`(“作为/是”),在此处可作让步理解(“尽管他们曾是……”)或描述性理解(“本是……的”)。保留了安条克原文的爱奥尼亚方言色彩。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.12.1-1.12.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.12.1-1.12.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。