§1.11.1οἱ δὲ λογιώτατοι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἐν οἷς ἐστι Πόρκιός τε Κάτων ὁ τὰς γενεαλογίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμελέστατα συναγαγὼν καὶ Γάϊος Σεμπρώνιος καὶ ἄλλοι συχνοί, Ἕλληνας αὐτοὺς εἶναι λέγουσι τῶν ἐν Ἀχαΐᾳ ποτὲ οἰκησάντων, πολλαῖς γενεαῖς πρότερον τοῦ πολέμου τοῦ Τρωικοῦ μεταναστάντας.
しかし、ローマの著述家のうちで最も学識ある人々、その中にはイタリアの都市の系譜を極めて入念に集めたポルキウス・カトや、ガイウス・センプロニウス、その他多くの人々が含まれるが、彼らは彼ら(アボリギネス)を、トロイア戦争の何世代も前に移住した、かつてアカイアに居住していたギリシア人であると述べている。
οὐκέτι μέντοι διορίζουσιν οὔτε φῦλον Ἑλληνικὸν οὗ μετεῖχον, οὔτε πόλιν ἐξ ἧς ἀπανέστησαν, οὔτε χρόνον οὔθʼ ἡγεμόνα τῆς ἀποικίας οὔθʼ ὁποίαις τύχαις χρησάμενοι τὴν μητρόπολιν ἀπέλιπον· Ἑλληνικῷ τε μύθῳ χρησάμενοι οὐδένα τῶν τὰ Ἑλληνικὰ γραψάντων βεβαιωτὴν παρέσχοντο.
しかし、彼らはもはや彼らが属していたギリシアの部族も、彼らが立ち去った都市も、植民の時期も指導者も、あるいはどのような運命に見舞われて母都市を去ったのかも明確に示しておらず、またギリシアの伝説を引用しながらも、ギリシアの歴史を著した者たちのうちで裏付けとなる証人を誰も示していない。
τὸ μὲν οὖν ἀληθὲς ὅπως ποτʼ ἔχει, ἄδηλον· εἰ δʼ ἐστὶν ὁ τούτων λόγος ὑγιής, οὐκ ἂν ἑτέρου τινὸς εἴησαν ἄποικοι γένους ἢ τοῦ καλουμένου νῦν Ἀρκαδικοῦ.
したがって、真実が実際のところどうであるかは不明であるが、もし彼らの説が健全であるならば、彼らは現在アルカディア人と呼ばれている者たち以外のいかなる民族の植民者でもないであろう。
§1.11.2πρῶτοι γὰρ Ἑλλήνων οὗτοι περαιωθέντες τὸν Ἰόνιον κόλπον ᾤκησαν Ἰταλίαν, ἄγοντος αὐτοὺς Οἰνώτρου τοῦ Λυκάονος·
というのも、彼らがギリシア人の中で最初にイオニア湾を渡ってイタリアに定住したからであり、彼らを率いたのはリュカオンの子オイノトロスであった。
ἦν δὲ πέμπτος ἀπό τε Αἰζειοῦ καὶ Φορωνέως τῶν πρώτων ἐν Πελοποννήσῳ δυναστευσάντων.
彼はペロポネソスで最初に支配者となったアイゼイオスとポロネウスから数えて5代目の子孫であった。
Φορωνέως μὲν γὰρ Νιόβη γίνεται· ταύτης δὲ υἱὸς καὶ Διὸς, ὡς λέγεται, Πελασγός·
すなわち、ポロネウスからはニオベが生まれ、彼女とゼウスの息子が、言われるところでは、ペラスゴスである。
Αἰζειοῦ δὲ υἱὸς Λυκάων· τούτου δὲ Δηιάνειρα θυγάτηρ· ἐκ δὲ Δηιανείρας καὶ Πελασγοῦ Λυκάων ἕτερος· τούτου δὲ Οἴνωτρος, ἑπτακαίδεκα γενεαῖς πρότερον τῶν ἐπὶ Τροίαν στρατευσάντων.
また、アイゼイオスからは息子リュカオンが生まれ、その娘がデイアネイラであり、デイアネイラとペラスゴスからはもう一人のリュカオンが生まれ、その息子がオイノトロスであって、トロイアに遠征した者たちの17世代前にあたる。
ὁ μὲν δὴ χρόνος, ἐν ᾧ τὴν ἀποικίαν ἔστειλαν Ἕλληνες εἰς Ἰταλίαν, οὗτος ἦν.
ギリシア人がイタリアに植民を送り出した時期は、まさにこのようなものであった。
§1.11.3ἀπανέστη δὲ τῆς Ἑλλάδος Οἴνωτρος οὐκ ἀρκούμενος τῇ μοίρᾳ·
オイノトロスがギリシアを立ち去ったのは、自らの分け前に満足していなかったからである。
δύο γὰρ καὶ εἴκοσι παίδων Λυκάονι γενομένων εἰς τοσούτους ἔδει κλήρους νεμηθῆναι τὴν Ἀρκάδων χώραν.
というのも、リュカオンに22人の子供が生まれたため、アルカディアの地をそれだけの数の区画に分割せねばならなかったからである。
ταύτης μὲν δὴ τῆς αἰτίας ἕνεκα Πελοπόννησον Οἴνωτρος ἐκλιπὼν καὶ κατασκευασάμενος ναυτικὸν διαίρει τὸν Ἰόνιον καὶ σὺν αὐτῷ Πευκέτιος τῶν ἀδελφῶν εἷς.
まさにこの原因のために、オイノトロスはペロポネソスを去り、船隊を整えてイオニア海を渡った。 そして彼とともに兄弟の一人であるペウケティオスがいた。
εἵποντο δὲ αὐτοῖς τοῦ τε οἰκείου λαοῦ συχνοί, πολυάνθρωπον γὰρ δὴ τὸ ἔθνος τοῦτο λέγεται κατʼ ἀρχὰς γενέσθαι, καὶ τῶν ἄλλων Ἑλλήνων ὅσοι χώραν εἶχον ἐλάττω τῆς ἱκανῆς.
彼らには、自分たちの民の多くの者たち――というのも、この民族は最初、非常に人口が多かったと言われているからである――や、他のギリシア人のうち、十分な広さより狭い土地しか持っていなかった者たちが従った。
§1.11.4Πευκέτιος μὲν οὖν, ἔνθα τὸ πρῶτον ὡρμίσαντο τῆς Ἰταλίας, ὑπὲρ ἄκρας Ἰαπυγίας ἐκβιβάσας τὸν λεὼν αὐτοῦ καθιδρύεται, καὶ ἀπʼ αὐτοῦ οἱ περὶ ταῦτα τὰ χωρία οἰκοῦντες Πευκέτιοι ἐκλήθησαν.
そこでペウケティオスは、イタリアで最初に停泊した場所、すなわちイアピュギア岬の向こうで自分の民を上陸させてそこに定住し、彼にちなんで、これらの地域の周辺に住む人々はペウケティオイと呼ばれるようになった。
Οἴνωτρος δὲ τὴν πλείω τοῦ στρατοῦ μοῖραν ἀγόμενος εἰς τὸν ἕτερον ἀφικνεῖται κόλπον τὸν ἀπὸ τῶν ἑσπερίων μερῶν παρὰ τὴν Ἰταλίαν ἀναχεόμενον, ὃς τότε μὲν Αὐσόνιος ἐπὶ τῶν προσοικούντων Αὐσόνων ἐλέγετο, ἐπεὶ δὲ Τυρρηνοὶ θαλασσοκράτορες ἐγένοντο, μετέλαβεν ἣν ἔχει νῦν προσηγορίαν.
一方オイノトロスは、軍の大部分を率いて、西の地方からイタリアに沿って広がっているもう一つの湾に到着した。 その湾は当時は、近隣に住むアウソネス人にちなんでアウソニア湾と呼ばれていたが、ティレニア人が海上を支配するようになると、現在の名称へと変わった。