Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §1.11.1-1.11.4

阿博里金人的阿卡迪亚起源与奥伊诺特罗斯的迁徙

第 11 段,共 962 段 · 希腊语

内容简介

介绍了罗马历史学家的观点,即阿博里金人是源自阿卡迪亚的希腊人,并详细叙述了奥伊诺特罗斯的谱系及其人民迁徙并定居意大利的过程。

§1.11.1οἱ δὲ λογιώτατοι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἐν οἷς ἐστι Πόρκιός τε Κάτων ὁ τὰς γενεαλογίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμελέστατα συναγαγὼν καὶ Γάϊος Σεμπρώνιος καὶ ἄλλοι συχνοί, Ἕλληνας αὐτοὺς εἶναι λέγουσι τῶν ἐν Ἀχαΐᾳ ποτὲ οἰκησάντων, πολλαῖς γενεαῖς πρότερον τοῦ πολέμου τοῦ Τρωικοῦ μεταναστάντας.
然而,在罗马的历史学家中最有学识的人中——其中包括最精心搜集意大利城市谱系的波尔基乌斯·加图,以及盖乌斯·塞姆普罗尼乌斯和许多其他人——他们说,他们是曾经居住在阿开亚的希腊人,在特洛伊战争前许多代就迁徙了出来。
οὐκέτι μέντοι διορίζουσιν οὔτε φῦλον Ἑλληνικὸν οὗ μετεῖχον, οὔτε πόλιν ἐξ ἧς ἀπανέστησαν, οὔτε χρόνον οὔθʼ ἡγεμόνα τῆς ἀποικίας οὔθʼ ὁποίαις τύχαις χρησάμενοι τὴν μητρόπολιν ἀπέλιπον· Ἑλληνικῷ τε μύθῳ χρησάμενοι οὐδένα τῶν τὰ Ἑλληνικὰ γραψάντων βεβαιωτὴν παρέσχοντο.
然而,他们没有进一步明确他们所属的希腊部族,也没有说明他们离开的城市、殖民的时间或首领,以及由于何种境遇而离开母邦;他们虽引用了希腊的传说,却未能在撰写希腊历史的学者中提供任何证实其说法的见证人。
τὸ μὲν οὖν ἀληθὲς ὅπως ποτʼ ἔχει, ἄδηλον· εἰ δʼ ἐστὶν ὁ τούτων λόγος ὑγιής, οὐκ ἂν ἑτέρου τινὸς εἴησαν ἄποικοι γένους ἢ τοῦ καλουμένου νῦν Ἀρκαδικοῦ.
因此,真理究竟如何尚未可知;但若他们的说法是可靠的,他们便不可能是除了现在被称为阿卡迪亚人的其他任何种族的殖民者。
§1.11.2πρῶτοι γὰρ Ἑλλήνων οὗτοι περαιωθέντες τὸν Ἰόνιον κόλπον ᾤκησαν Ἰταλίαν, ἄγοντος αὐτοὺς Οἰνώτρου τοῦ Λυκάονος· ἦν δὲ πέμπτος ἀπό τε Αἰζειοῦ καὶ Φορωνέως τῶν πρώτων ἐν Πελοποννήσῳ δυναστευσάντων.
因为这些人是希腊人中第一批渡过爱奥尼亚湾并在意大利定住的,由吕卡翁之子奥伊诺特罗斯率领;而他是从最早在伯罗奔尼撒建立统治的埃泽乌斯和福罗纽斯算起的第五代后裔。
Φορωνέως μὲν γὰρ Νιόβη γίνεται· ταύτης δὲ υἱὸς καὶ Διὸς, ὡς λέγεται, Πελασγός· Αἰζειοῦ δὲ υἱὸς Λυκάων· τούτου δὲ Δηιάνειρα θυγάτηρ· ἐκ δὲ Δηιανείρας καὶ Πελασγοῦ Λυκάων ἕτερος· τούτου δὲ Οἴνωτρος, ἑπτακαίδεκα γενεαῖς πρότερον τῶν ἐπὶ Τροίαν στρατευσάντων.
因为福罗纽斯生尼俄伯;传说她与宙斯生下佩拉斯戈斯;而埃泽乌斯生下吕卡翁;他的女儿是德亚尼拉;由德亚尼拉和佩拉斯戈斯生下另一个吕卡翁;他的儿子是奥伊诺特罗斯,比远征特洛伊的人们早了十七代。
ὁ μὲν δὴ χρόνος, ἐν ᾧ τὴν ἀποικίαν ἔστειλαν Ἕλληνες εἰς Ἰταλίαν, οὗτος ἦν.
因此,希腊人向意大利派遣殖民地的时期正是如此。
§1.11.3ἀπανέστη δὲ τῆς Ἑλλάδος Οἴνωτρος οὐκ ἀρκούμενος τῇ μοίρᾳ· δύο γὰρ καὶ εἴκοσι παίδων Λυκάονι γενομένων εἰς τοσούτους ἔδει κλήρους νεμηθῆναι τὴν Ἀρκάδων χώραν.
奥伊诺特罗斯离开希腊,是因为他不满意自己的继承份额;因为吕卡翁有二十二个儿子,不得不将阿卡迪亚的土地分成同样多的份数。
ταύτης μὲν δὴ τῆς αἰτίας ἕνεκα Πελοπόννησον Οἴνωτρος ἐκλιπὼν καὶ κατασκευασάμενος ναυτικὸν διαίρει τὸν Ἰόνιον καὶ σὺν αὐτῷ Πευκέτιος τῶν ἀδελφῶν εἷς.
正因如此,奥伊诺特罗斯离开了伯罗奔尼撒,整顿了船队,渡过爱奥尼亚海,随同他的还有他的一个兄弟佩乌凯蒂乌斯。
εἵποντο δὲ αὐτοῖς τοῦ τε οἰκείου λαοῦ συχνοί, πολυάνθρωπον γὰρ δὴ τὸ ἔθνος τοῦτο λέγεται κατʼ ἀρχὰς γενέσθαι, καὶ τῶν ἄλλων Ἑλλήνων ὅσοι χώραν εἶχον ἐλάττω τῆς ἱκανῆς.
跟随他们的有他们本族的大批人民——因为据说这个民族起初人口非常兴旺——以及其他希腊人中占有土地少于所需之数的那些人。
§1.11.4Πευκέτιος μὲν οὖν, ἔνθα τὸ πρῶτον ὡρμίσαντο τῆς Ἰταλίας, ὑπὲρ ἄκρας Ἰαπυγίας ἐκβιβάσας τὸν λεὼν αὐτοῦ καθιδρύεται, καὶ ἀπʼ αὐτοῦ οἱ περὶ ταῦτα τὰ χωρία οἰκοῦντες Πευκέτιοι ἐκλήθησαν.
于是,佩乌凯蒂乌斯在他们最初驶入意大利的地方,即伊阿庇吉亚角之上,让他的子民登陆并定居下来;由他的名字,居住在这些地方的人被称为佩乌凯蒂亚人。
Οἴνωτρος δὲ τὴν πλείω τοῦ στρατοῦ μοῖραν ἀγόμενος εἰς τὸν ἕτερον ἀφικνεῖται κόλπον τὸν ἀπὸ τῶν ἑσπερίων μερῶν παρὰ τὴν Ἰταλίαν ἀναχεόμενον, ὃς τότε μὲν Αὐσόνιος ἐπὶ τῶν προσοικούντων Αὐσόνων ἐλέγετο, ἐπεὶ δὲ Τυρρηνοὶ θαλασσοκράτορες ἐγένοντο, μετέλαβεν ἣν ἔχει νῦν προσηγορίαν.
而奥伊诺特罗斯率领大部分军队,到达了从西部地区沿意大利流淌的另一个海湾,当时因其附近居住的奥索尼亚人而被称为奥索尼亚湾,但在提尔尼亚人夺得海上霸权之后,它改用了现在的名称。

词汇与语法注释

  1. 1.11.1τῶν ἐν Ἀχαΐᾳ ποτὲ οἰκησάντων — 此分词短语修饰 'Ἕλληνας'(希腊人),表明作为阿博里金人祖先的希腊人是“曾经居住在阿开亚的希腊人”,该属格可作为部分属格或限定性属性属格。
  2. 1.11.1οὐκ ἂν ἑτέρου τινὸς εἴησαν ἄποικοι γένους ἢ τοῦ καλουμένου νῦν Ἀρκαδικοῦ — 此处使用 ἄν 搭配希求法(εἴησαν)表示潜在可能性或推论,与前句直陈语气的条件从句(εἰ δʼ ἐστὶν...)相结合构成混合条件句,意为“如果他们的说法是可靠的(对当前事实的假设),他们不可能是……以外的其他任何种族的殖民者”。
  3. 1.11.2ἦν δὲ πέμπτος ἀπό τε Αἰζειοῦ καὶ Φορωνέως — 意为“他是从埃泽乌斯和福罗纽斯算起的第五代”。在古代的包容性计数(inclusive counting)方法中,始祖算作第一代,因此实际上是其后第四代。这与文中给出的谱系(福罗纽斯 [1] -> 尼俄伯 [2] -> 佩拉斯戈斯 [3] -> 吕卡翁 [4] -> 奥伊诺特罗斯 [5])完全吻合。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §1.11.1-1.11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:1.11.1-1.11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。