§12.1τὰ δὲ ἀπὸ Βοσπόρου τοῦ Θρᾳκίου ἔστε ἐπὶ Τραπεζοῦντα πόλιν ὧδε ἔχει.
トラキアのボスボロスからトラペズス市に至るまでの状況は次の通りである。
κατὰ τὸν Θρᾴκιον Βόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερόν, ἐν ᾧ νεώς ἐστι Διὸς Οὐρίου οὕτω προσαγορευομένου.
トラキアのボスボロスと黒海の河口付近、アジア側の右の部分、すなわちビテュニア人の部族に属する地域に、ヒエロンと呼ばれる土地が位置しており、そこにはそのように呼ばれるゼウス・ウリオスの神殿がある。
τοῦτο δὲ τὸ χωρίον ἀφετήριόν ἐστι τοῖς ἐς τὸν Πόντον πλέουσιν.
そしてこの土地は、黒海へと航行する人々にとっての出発点である。
§12.2ἐσπλεύσαντι δὲ ἐς τὸν Πόντον, ἐν δεξιᾷ δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ ἐχόμενον μέρος τοῦ Βιθυνῶν ἔθνους τὸ πρὸς τὸν Πόντον κείμενον, ὁ περίπλους ὧδε ἔχει.
黒海へと航行し、アジアを右手に見て、黒海に面して位置するビテュニア人部族の隣接する地域を周航する者にとって、その周航は次の通りである。
τὸ Ἱερὸν τοὺ Διὸς τοῦ Οὐρίου διέχει ἀπὸ Βυζαντίου σταδίους εἴκοσι καὶ ἑκατόν.
ゼウス・ウリオスのヒエロンはビザンティオンから百二十スタディオン離れている。
καὶ ἔστιν Στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθʼ ὅ τι ἐσβάλλει §12.3ἐς τὴν Προποντίδα.
そして、この場所でポントスのいわゆる河口が最も狭くなっており、そこを通ってプロポンティスへと流れ込んでいる。
ταῦτα μὲν εἰδότι σοι λέγω.
これらのことは、すでに知っておられる陛下に私は申し上げている。
ἀπὸ δὲ τοῦ Ἱεροῦ πλέοντι ἐν δεξιᾷ Ῥήβας ποταμός·
さて、ヒエロンから右手にアジアを見て航行する者にとって、レーバス川がある。
σταδίους διέχει τοῦ Ἱεροῦ τοῦ Διὸς ἐνενήκοντα.
これはゼウスのヒエロンから九十スタディオン離れている。
ἔπειτα ἡ Μέλαινα ἄκρα ὧδε καλουμένη, πεντήκοντα καὶ ἑκατόν.
次に、そのように呼ばれるメライナ岬があり、百五十スタディオン離れている。
ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὅρμος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν.
メライナ岬からアルタネス川までは、さらに百五十スタディオンであり、そこにはアプロディテの神殿の近くに小型船のための投錨地もある。
§12.4ἀπὸ δὲ Ἀρτάνου ἐς Ψίλλιν ποταμὸν πεντήκοντα καὶ ἑκατόν·
アルタネス川からプシリス川までは百五十スタディオンである。
καὶ πλοῖα σμικρὰ ὁρμίζοιτο ἂν πρὸς τῇ πέτρᾳ τῇ ἀνεχούσῃ οὐ πόρρω ἀπὸ τοῦ ποταμοῦ τῶν ἐκβολῶν.
そして、川の河口から遠くないところに突き出ている岩礁の近くに、小型船なら錨を下ろすことができるであろう。
ἐνθένδε ἐς Κάλπης λιμένα δέκα καὶ διακόσιοι §12.5στάδιοι.
そこからカルペの港までは二百十スタディオンである。
ὁ δὲ Κάλπης λιμὴν ὁποῖόν τι χωρίον ἐστιν καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὕδατος, καὶ ὅτι ὗλαι πρὸς τῇ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.
カルペの港がどのような土地であり、どのような錨地であるか、またその中に冷たくて清らかな水の湧き水があること、そして海の近くに造船用の木材の森があり、それらも獲物が豊富であることについては、年長のクセノポンによって語られている。
ἀπὸ Κάλπης λιμένος ἐς Ῥόην στάδιοι εἴκοσιν· ὅρμος
カルペの港からロエまでは二十スタディオンであり、そこは錨地である。