§14.1ΔΩΡΙΩΝ
Νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῦν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντ' ἦν ἐγώ.
ΔΩΡΙΩΝ 今になって僕を閉め出すのか、ミュルタレー。 今になって、僕が君のために一文なしになったときに。 僕が君にこれほど多くのものを運んでいたときには、愛する人、夫、主人、すべてが僕だったのに。
ἐπεὶ δ’ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φῂς ἀπ' αὐτοῦ.
しかし、僕が今や完全に干からびてしまい、君がビテュニアの商人を愛人に見つけると、僕は閉め出されて門の前に立って涙を流し、一方、彼は夜な夜な愛されて一人で中にいて、夜を徹して共に過ごし、おまけに君は彼の子を身ごもっていると言う。
ΜΥΡΤΑΛΗ
Ταῦτά με ἀποπνίγει, Δωρίων, μάλιστα ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ.
ΜΥΡΤΑΛΗ そういう話が私をうんざりさせるのよ、ドリオン。 特にあなたが、私に多くのものを与えて貧しくなったと言うときはね。
λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
とにかく、あなたが私に運んできたものを、最初からすべて計算してみてちょうだい。
§14.2ΔΩΡΙΩΝ
Εὖ γε, ὦ Μυρτάλη, λογισώμεθα.
ΔΩΡΙΩΝ いいとも、ミュルタレー、計算してみよう。
ὑποδήματα ἐκ Σικυῶνος τὸ πρῶτον δύο δραχμῶν·
まずシキュオンの靴が2ドラクメ。
τίθει δύο δραχμάς.
2ドラクメと置こう。
ΜΥΡΤΑΛΗ
Ἀλλ' ἐκοιμήθης νύκτας δύο.
ΜΥΡΤΑΛΗ でも、あなたは二晩泊まったわ。
ΔΩΡΙΩΝ
Καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
ΔΩΡΙΩΝ それから僕がシリアから戻ったとき、フェニキアの香油の壺、これもポセイドンにかけて2ドラクメだ。
ΜΥΡΤΑΛΗ
Ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χιτώνιον τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων, Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρ' ἡμῖν, ὁπότε ἐκάθευδε παρ' ἐμοί.
ΜΥΡΤΑΛΗ 私はあなたが出航するときに、あの太ももまでの小さな下着をあげたわ。 あなたが漕ぐときのためにね。 航海士のエピウロスが、私のところで寝ていたときにうちに忘れていったものよ。
ΔΩΡΙΩΝ
Ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης.
ΔΩΡΙΩΝ エピウロスはこないだサモスでそれを見つけて、ものすごい争いの末に取り返したぞ、神々よ。
κρόμμυα δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ πέρκας τέτταρας, ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπόρου, ἐκόμισά σοι.
それからキプロスの玉ねぎ、サペルデスを5匹、ペルカを4匹、ボスポロスから帰港したときに運んでやった。
τί οὖν;
どうだ?
καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια ἐπίχρυσα, ὦ ἀχάριστε·
それに船乗りの乾パン8個、籠に入った乾いたやつ、そしてカリアのイチジクの壺、その後パタラからは金箔入りのサンダルだ、この恩知らずめ。
καὶ τυρόν ποτε μέμνημαι τὸν μέγαν ἐκ Γυθίου.
そしていつだったか、ギュティオンの大きなチーズも覚えているぞ。
ΜΥΡΤΑΛΗ
Πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα.
ΜΥΡΤΑΛΗ たぶん全部で5ドラクメね、ドリオン。
§14.3ΔΩΡΙΩΝ
Ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυνάμην μισθοῦ ἐπιπλέων.
ΔΩΡΙΩΝ ミュルタレー、雇われ船乗りとしてできる限りのことだったのだ。
νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸ τοῖν ποδοῖν τῆς Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν;
今や僕は右舷の櫂を任されているのに、君は僕を軽蔑する。 こないだアプロディシアのとき、僕は君のためにアプロディテの足元に銀の1ドラクメを捧げなかったか?
καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς.
そしてまたお前の母親の靴のために2ドラクメ、そしてこのリュデの手にはしばしば、あるときは2オボロス、あるときは4オボロスを握らせただろう。
ταῦτα πάντα συντεθέντα οὐσία ναύτου ἀνδρὸς ἦν.
これらをすべて足せば、船乗りの全財産だったのだ。
ΜΥΡΤΑΛΗ
Τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων;
ΜΥΡΤΑΛΗ 玉ねぎと塩魚が、ドリオン?
ΔΩΡΙΩΝ
Ναί·
ΔΩΡΙΩΝ そうだ。
οὐ γὰρ εἶχον πλείω κομίζειν·
これ以上運ぶものはなかったのだから。
οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον.
もし金持ちだったら、櫂なんか漕いでいないだろう。
τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε.
自分の母親にはニンニクのひとかけらすら運んだことはない。
ἡδέως δ’ ἂν ἔμαθον ἅτινά σοι παρὰ Βιθυνοῦ τὰ δῶρα.
ところで、ビテュニア人からの贈り物がどんなものか、ぜひ聞きたいものだ。
ΜΥΡΤΑΛΗ
Τουτὶ πρῶτον ὁρᾷς τὸ χιτώνιον;
ΜΥΡΤΑΛΗ まず、この下着が見える?
ἐκεῖνος ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον.
彼が買ってくれたのよ。 それにこの太いネックレスも。
ΔΩΡΙΩΝ
Ἐκεῖνος;
ΔΩΡΙΩΝ 彼が?
ᾔδειν γάρ σε πάλαι ἔχουσαν.
君がずっと前から持っていたのを僕は知っていたぞ。
ΜΥΡΤΑΛΗ
Ἀλλ' ὃν ᾔδεις, πολὺ λεπτότερος ἦν καὶ σμαράγδους οὐκ εἶχε.
ΜΥΡΤΑΛΗ でもあなたが知っていたのはもっとずっと細くて、エメラルドもついていなかったわ。
καὶ ἐλλόβια ταυτὶ καὶ δάπιδα, καὶ πρῴην δύο μνᾶς, καὶ τὸ ἐνοίκιον κατέβαλεν ὑπὲρ ἡμῶν, οὐ σάνδαλα Παταρικὰ καὶ τυρὸν Γυθιακὸν καὶ φληνάφους.
それからこのイヤリングと敷物もそう。 それからこないだは2ムナ、それに私たちのために家賃も払ってくれたわ。 パタラのサンダルだのギュティオンのチーズだのくだらないものなんかじゃなくてね。
§14.4ΔΩΡΙΩΝ
Ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις αὐτῷ;
ΔΩΡΙΩΝ だが、君が一緒に寝ているあいつがどんな男か、言わないのか?
ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀναφαλαντίας καὶ τὴν χρόαν οἷος κάραβος.
年齢は間違いなく50歳を過ぎていて、ハゲ頭で、肌の色はまるでロブスターのようだ。
οὐδὲ τοὺς ὀδόντας αὐτοῦ ὁρᾷς;
あいつの歯も見えないのか?
αἱ μὲν γὰρ χάριτες, ὦ Διοσκόρω, πολλαί, καί μάλιστα ὁπόταν ᾄδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος αὐτολυρίζων, φασίν.
魅力といえば、双子の神よ、たくさんあるな、特にあいつが歌って気取ろうとするとき、いわゆる「自分で竪琴を弾くロバ」だ。
ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατ' ἐμὲ ἢ τὴν γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά.
まあ、お似合いだからあいつと幸せになるがいい。 あいつに似た子供が生まれるといいな。 僕自身も、デルピスだかキュンバリオンだか、僕にふさわしい女を見つけるさ。 あるいは君たちの隣人の笛吹き女か、誰かしらな。
δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν.
敷物やネックレスや2ムナの報酬なんて、誰もが持っているわけじゃないからな。
ΜΥΡΤΑΛΗ
Ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει·
ΜΥΡΤΑΛΗ あなたを恋人にする女は本当に幸せね、ドリオン。
κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.
キプロスの玉ねぎやチーズを運んでもらえるのだから、あなたがギュティオンから帰港したときにね。