§13.1ΛΕΟΝΤΙΧΟΣ
Ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσάν μ' εὐθὺς ὡς εἶδον καὶ οὐθεὶς ἔτι ὑπέστη.
レオンティコス:ケーニダス、ガラティア人との戦いの時のことを話してくれ。 私がどのように白馬にまたがって他の騎兵たちの先頭を突っ走ったか、そしてガラティア人どもが、勇敢であるにもかかわらず、私を見るやいなやいかに恐れおののき、もはや誰も立ち向かってこなかったかを。
τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτὸν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν—ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς—ἐπὶ τούτους ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντι τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶτας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου·
あの時、私は槍を投げつけて、敵の騎兵隊長自身とその馬を串刺しにした。 そして、未だまとまっていた彼らの一部――というのも、彼らは陣形を崩したものの、方陣を組んで固まっていたのだ――に向かって、私は剣を引き抜き、ありったけの闘志を込めて突撃し、馬の体当たりによって彼らの先頭に立っていた者を七人ほどなぎ倒した。
τῷ ξίφει δὲ κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει.
そして剣を振り下ろし、部隊長の一人の頭を、兜ごと真っ二つに叩き斬ったのだ。
ὑμεῖς δέ, ὦ Χηνίδα, μετ' ὀλίγον ἐπέστητε ἤδη φευγόντων.
お前たちケーニダスは、彼らがすでに逃げ惑うようになってから、しばらくして到着したのだったがな。
§13.2ΧΗΝΙΔΑΣ
Ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ μεγάλα ἐπεδείξω καὶ τότε;
ケーニダス:レオンティコス様、あなたがパフラゴニアの近くでサトラップと決闘なさった時も、大活躍をなさいましたよね?
ΛΕΟΝΤΙΧΟΣ
Καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδ’ ἐκείνης τῆς πράξεως·
レオンティコス:よくぞ思い出させてくれた。 あれもまた、決して卑しくない武勲であった。
ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι.
というのも、そのサトラップは並外れて巨大で、最高の実戦武芸者と目されており、ギリシア軍を侮って中央へと躍り出て、誰か自分と決闘する者はいないかと挑んできたのだ。
οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν·
そのため、他の部隊長たちや隊長たち、そして司令官自身さえも、決して臆病な男ではなかったが、すっかり怯えてしまっていた。
Ἀρίσταιχμος γὰρ ἡμῶν ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι.
我々を率いていたのはアイトリア人のアリスタイクモスで、大変優れた槍投げの名手であったが、私はまだ千人隊長にすぎなかった。
τολμήσας δ’ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον, κραδαίνοντα τὴν λόγχην—
ΧΗΝΙΔΑΣ
Κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν·
それでも私はあえて立ち上がり、私を引き止めようとする戦友たちを振り払ったのだ。 というのも、彼らは金ぴかの武装で輝くあの蛮族を見て、またその兜の房が巨大で恐ろしく、槍を激しく振り回しているのを見て、私の身を案じて恐れていたからだ―― ケーニダス:私もあの時は恐ろしかったですよ、レオンティコス様。 私があなたにすがりついて、危険な真似はしないでくれと懇願したのを覚えているでしょう。
ἀβίωτα γὰρ ἦν μοι σοῦ ἀποθανόντος.
あなたが死んでしまったら、私は生きていけませんでしたから。
§13.3ΛΕΟΝΤΙΧΟΣ
Ἀλλ' ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ' ἡμῶν καὶ παρὰ τῶν βαρβάρων·
レオンティコス:しかし、私は果敢にも中央へと進み出た。 武装の点でもあのパフラゴニア人に劣らず、私自身も全身金ぴかであったから、我々の側からも、また蛮族の側からも、たちまち歓声が沸き起こった。
ἐγνώρισαν γάρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου.
彼らも私の軽盾や馬の飾り、それに兜の房を見て、私だと分かったのだ。
εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;
ケーニダスよ、言ってくれ、あの時、皆は私を誰に例えていた?
ΧΗΝΙΔΑΣ
Τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως;
ケーニダス:ゼウスに誓って、テティスとペレウスの子アキレウス以外の誰に例えられましょう。
οὕτως ἔπρεπέ μέν σοι ἡ κόρυς, ἡ φοινικὶς δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.
それほど兜があなたによくお似合いで、深紅の外套が鮮やかに映え、軽盾は眩しく輝いておりました。
ΛΕΟΝΤΙΧΟΣ
Ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαῦσαι τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον, εἶτ' ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίζων λελουμένος τῷ φόνῳ.
レオンティコス:そして、我々が組み合うと、蛮族が先に私の膝の少し上を、槍先でかすめるようにして僅かに傷を負わせた。 しかし私は、サリサ(長槍)で相手の盾を貫いて胸へと真っ直ぐに突き刺し、すぐさま駆け寄って、剣でたやすくその首をはねたのだ。 そして、その武具を携え、同時にサリサの先に相手の首を突き刺して、血まみれになりながら戻ってきたのだ。