§12.3ΛΥΣΙΑΣ
Οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδὲ προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, Ἄτεγκτος ὁ Λυσίας ἐστίν.
リュシアス:ピュティアス、私が戻ってきたのは、あの女のためではない。 あのような女はもう二度と見たくもない。 そうではなく、君のためだ。 君が私を非難して「リュシアスは冷酷だ」と言わないようにね。
ΠΥΘΙΑΣ
Ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία.
ピュティアス:実際、そう言っていたわ、リュシアス。
ΛΥΣΙΑΣ
Φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
リュシアス:それならピュティアス、今こうして泣いているこのイオエッサが、私を裏切って若者と一緒に寝ているところに、私自身が踏み込んだのだとしたら、私は我慢しろと言うのかい?
ΠΥΘΙΑΣ
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί.
ピュティアス:リュシアス、大体において彼女はヘタイラなのだから。
πῶς δ’ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;
ところで、二人が一緒に寝ているのをどうやって見つけたの?
ΛΥΣΙΑΣ
Ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δί', ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν.
リュシアス:ゼウスに誓って、かれこれ六日前のことだ、そうだ、六日前、上つ方二日のこと、そして今日は七日だ。
ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν·
私の父は、私がこの「お上品な」女にずっと恋しているのを知って、私を閉じ込め、門番に開けるなと言い渡した。
ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τὸν νῶτον·
だが私は、彼女と一緒にいられないことに耐えられなかったので、ドロモンに、中庭の塀が一番低くなっているところで前屈みにならせ、その背中の上に私を乗せるように命じた。
ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον.
そうすれば、もっと簡単に登ることができるからね。
τί ἂν μακρὰ λέγοιμι;
長々と話すまでもあるまい。
ὑπερέβην, ἦκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς·
私は塀を乗り越え、やって来て、表門が厳重に閉められているのを見つけた。
μέσαι γὰρ νύκτες ἦσαν.
真夜中だったからね。
οὐκ ἔκοψα δ’ οὖν, ἀλλ’ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ' ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί.
しかし、ノックはせず、静かに扉を持ち上げて――実は以前にもやったことがあったのだが――軸受けをずらし、音を立てずに中に入った。
ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.
皆が眠っており、私は壁を手探りしながら進み、ベッドの傍らに立った。
§12.4ΙΟΕΣΣΑ
Τί ἐρεῖς, ὦ Δάματερ;
イオエッサ:デメテル様、何を言うつもりなの?
ἀγωνιῶ γάρ.
私、はらはらするわ。
ΛΥΣΙΑΣ
Ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ἆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν·
リュシアス:そして、寝息が一つのものではないと気づいた時、最初はリュデが彼女と一緒に寝ているのだろうと思った。
τὸ δ’ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλ’ ἐφαψάμενος εὗρον ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα.
しかしそうではなかったのだ、ピュティアス。 触ってみると、髭のない、非常にすべすべした、根元から短く髪を刈り込んだ者で、その者自身からも香油の香りが漂っていた。
τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε.
これを見て、もし私が剣を携えて来ていたなら、躊躇しなかったはずだ、本当に。
τί γελᾶτε, ὦ Πυθιάς;
なぜ笑うんだ、ピュティアス?
γέλωτος ἄξια δοκῶ σοι διηγεῖσθαι;
私が笑い話をしているように見えるかい?
ΙΟΕΣΣΑ
Τοῦτό σε, ὦ Λυσία, λελύπηκεν;
イオエッサ:リュシアス、あなたを苦しめていたのはそのことだったの?
ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε.
ここにいるピュティアスが私と一緒に寝ていたのよ。
ΠΥΘΙΑΣ
Μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
ピュティアス:言わないで、イオエッサ、彼には。
ΙΟΕΣΣΑ
Τί μὴ λέγω;
イオエッサ:どうして言わないの?
Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα ὑπ' ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν·
ピュティアスだったのよ、あなた、私が呼んだの、一緒に寝るために。
ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα.
あなたがいなくて寂しかったから。
§12.5ΛΥΣΙΑΣ
Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος;
リュシアス:根元から刈り込んでいたピュティアスだって?
εἶτα δι’ ἕκτης ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην;
それで六日の間に、こんなにたくさんの髪がまた生えたというのかい?
ΙΟΕΣΣΑ
Ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία·
イオエッサ:病気のために剃り落としていたのよ、リュシアス。
ὑπέρρεον γὰρ αὐτῇ αἱ τρίχες.
髪が抜け落ちてしまっていたから。
νῦν δὲ καὶ τὴν πηνήκην ἐπέθετο.
でも今はかつらをつけているの。
δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν.
見せて、ピュティアス、本当にそうだって見せて、彼を納得させて。
ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις.
ほら、あなたが嫉妬していた不倫相手の「若者」よ。
ΛΥΣΙΑΣ
Οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρῶντα ἐφαψάμενον αὐτόν;
リュシアス:それなら、イオエッサ、愛している者としては、そうだとしても、その男に触ってしまった以上、腹を立てるのも当然ではないかい?
ΙΟΕΣΣΑ
Οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι·
イオエッサ:ということは、あなたはもう納得したのね。
βούλει δὲ ἀντιλυπήσω σε καὶ αὐτή;
今度は私の方があなたを苦しめてやろうかしら?
ὀργίζομαι δικαίως ἐν τῷ μέρει.
今度は私が当然怒る番よ。
ΛΥΣΙΑΣ
Μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς μεθ' ἡμῶν·
リュシアス:とんでもない、それよりもう飲もう、ピュティアスも一緒にね。
ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς.
彼女こそ、私たちの和解の杯に立ち会うにふさわしい。
ΙΟΕΣΣΑ
Παρέσται.
イオエッサ:立ち会ってもらいましょう。
οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε νεανίσκων Πυθίας.
あなたのせいで私は本当にひどい目に遭ったわ、若者たちのうちで最も気高いピュティアスさん!
ΠΥΘΙΑΣ
Ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή μοι χαλέπαινε.
ピュティアス:でも、あなたがたを仲直りさせたのもこの私なのだから、私を悪く思わないでね。
πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι εἴπῃς τὸ περὶ τῆς κόμης.
それはそうと、ねえリュシアス、髪の毛のことは誰にも言わないように気をつけてね。