Humanitext Reader

ルキアノス · 遊女たちの対話 §9.1-9.5

パニキスを巡るポレモンとフィロストラトスの対立

9 / 17 箇所 · ギリシア語

要旨

ポレモンが戦争から大金持ちになって帰還したことを侍女から聞いたパニキスは、現在の裕福な客であるフィロストラトスとの間で板挟みになり困惑する。そこへポレモンとフィロストラトスが鉢合わせ、両者はパニキスを巡って激しい口論と小競り合いの脅し合いを繰り広げる。

§9.1ΔΟΡΚΑΣ Ἀπολώλαμεν, ὦ κεκτημένη, ἀπολώλαμεν, ὁ Πολέμων ἀπὸ στρατιᾶς ἀνέστρεψε πλουτῶν, ὥς φασιν·
ΔΟΡΚΑΣ 大変です、女主人様、大変です! ポレモン様が軍から大金持ちになって戻ってこられたそうです。
ἑώρακα δὲ κἀγὼ αὐτὸν ἐφεστρίδα περιπόρφυρον ἐμπεπορπημένον καὶ ἀκολούθους ἅμα πολλούς.
私も、彼が紫の縁取りのあるマントを留め、多くの従者を連れているのを目にしました。
καὶ οἱ φίλοι ὠς εἶδον, συνέθεον ἐπ' αὐτὸν ἀσπασόμενοι·
彼の友人たちも、彼を見かけると、挨拶をしようと一斉に駆け寄っていました。
ἐν τοσούτῳ δὲ τὸν θεράποντα ἰδοῦσα κατόπιν ἑπόμενον, ὃς συναποδεδημήκει μετ' αὐτοῦ, ἠρόμην καί, Εἰπέ μοι, ἔφην, ὦ Παρμένων, ἀσπασαμένη πρότερον αὐτόν, πῶς ἡμῖν ἐπράξατε καὶ εἴ τι ἄξιον τῶν πολέμων ἔχοντες ἐπανεληλύθατε.
その間に、私は彼の後ろに従っている、一緒に遠征に行っていた従者を見つけ、まず彼に挨拶をしてからこう尋ねました。 『パルメノン、教えておくれ。 どうやってお前たちは儲けたのだい、また、戦争にふさわしいだけの何かを手にして戻ってきたのかい』と。
ΠΑΝΝΥΧΙΣ Οὐκ ἔδει τοῦτο εὐθύς, ἀλλ’ ἐκεῖνα, ὅτι μὲν ἐσώθητε, πολλὴ χάρις τοῖς θεοῖς, καὶ μάλιστα τῷ ξενίῳ Διὶ καὶ Ἀθηνᾷ στρατίᾳ·
ΠΑΝΝΥΧΙΣ そんなことをすぐに尋ねるべきではなかったのに。 まずこちらを言うべきだったのよ。 『お前たちが無事だったとは、神々、特に旅人の守護神ゼウスと軍の女神アテナに大いなる感謝を捧げます。
ἡ δέσποινα δὲ ἐπυνθάνετο ἀεὶ τί πράττοιτε καὶ ἔνθα εἴητε.
女主人様はいつも、お前たちがどうしているか、どこにいるかをお尋ねになっていました』とね。
εἰ δὲ καὶ τοῦτο προσέθηκας, ὡς καὶ ἐδάκρυε καὶ ἀεὶ ἐμέμνητο Πολέμωνος, ἄμεινον ἦν παρὰ πολύ.
そしてこれも付け加えて、私が涙を流し、いつもポレモンのことを思い出していたと言ってくれれば、はるかに良かったのに。
§9.2ΔΟΡΚΑΣ Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα·
ΔΟΡΚΑΣ 最初にそれらをすべて言っておきましたよ。
πρὸς δὲ σὲ οὐκ ἂν εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν.
あなたに対して言うつもりはありませんでしたが、私が聞いたことを話したかったのです。
ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην·
なにせ、パルメノンに対してはこう切り出しましたからね。
Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν;
『ねえ、パルメノン、あなたたちの耳は鳴っていなかったかい。
ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.
女主人はいつも涙を流しながらあなたのことを思い出していたし、特に誰かが戦闘から戻ってきて、多くの死者が出たと噂されたときには、その都度髪をかきむしり、胸を叩いて、知らせのたびに嘆き悲しんでいたのだから』とね。
ΠΑΝΝΥΧΙΣ Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.
ΠΑΝΝΥΧΙΣ よくやったわ、ドルカス、そうすべきだったのよ。
ΔΟΡΚΑΣ Εἶτα ἑξῆς μετ' οὐ πολὺ ἠρόμην ἐκεῖνα.
ΔΟΡΚΑΣ それからそのすぐ後に、例の質問を尋ねたのです。
ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.
すると彼は『極めて華々しく戻ってきたのだ』と言いました。
ΠΑΝΝΥΧΙΣ Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν;
ΠΑΝΝΥΧΙΣ それで、彼が私のことを覚えていたとか、恋しがっていたとか、私が生きているうちに出会えることを祈っていたとか、そういったことを彼は何も言わなかったの?
ΔΟΡΚΑΣ Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε.
ΔΟΡΚΑΣ ええ、そのようなことも実にたくさん言っていましたよ。
τὸ δ’ οὖν κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα·
しかし、とにかく彼が告げた要点は、莫大な富、金、衣服、従者たち、そして象牙です。
τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους.
銀にいたっては、数えて運ぶのではなく、メディムノスで測り、何メディムノスもあるそうです。
εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς.
パルメノン自身も小指に極めて大きく多角形をした指輪をはめており、三色の宝石がはめ込まれていて、表面は赤くなっていました。
εἴασα δ’ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ·
私は、彼がハリュス川をどのように渡ったか、ティリダテスという男をどのように殺したか、ピシディア人との戦いでポレモンがどれほど活躍したかを私に話したがるのをそのままにさせておきました。
ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο.
そして、この現在の状況についてあなたが考えることができるよう、あなたにこれらを知らせるために走って戻ってきたのです。
εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους—ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ' ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;
もしポレモンがやって来て――彼は知り合いたちを振り払って必ずやって来ますから――問いただして、フィロストラトスが家の中にいるのを見つけたら、彼は何をすると思いますか?
§9.3ΠΑΝΝΥΧΙΣ Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον·
ΠΑΝΝΥΧΙΣ ドルカス、現在の状況から解決策を見出しましょう。
οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὕτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι·
最近1タラントンをくれて、他でも商人であって多くを約束してくれているこの人を追い出すのも良くないし、これほど役に立ちそうなポレモンが戻ってきたのに、彼を受け入れないのも良くないから。
προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν·
おまけに彼は嫉妬深く、貧しかった時でさえひどく耐え難い人だった。
νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;
今や、あの人は何をしでかすか分からないわ。
ΔΟΡΚΑΣ Ἀλλὰ καὶ προσέρχεται.
ΔΟΡΚΑΣ でも、彼が近づいてきますよ。
ΠΑΝΝΥΧΙΣ Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.
ΠΑΝΝΥΧΙΣ どうしていいか分からなくて、気が遠くなりそうだし、震えが止まらないわ。
ΔΟΡΚΑΣ Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
ΔΟΡΚΑΣ それに、フィロストラトスも近づいてきます。
ΠΑΝΝΥΧΙΣ Τίς γένωμαι;
ΠΑΝΝΥΧΙΣ 私はどうなったらいいの?
πῶς ἄν με ἡ γῆ καταπίοι;
どうか大地が私を飲み込んでくれればいいのに!
§9.4ΦΙΛΟΣΤΡΑΤΟΣ Τί οὐ πίνομεν, ὦ Παννυχί;
ΦΙΛΟΣΤΡΑΤΟΣ パニキス、どうして私たちは飲まないのだい?
ΠΑΝΝΥΧΙΣ Ἄνθρωπε, ἀπολώλεκάς με.
ΠΑΝΝΥΧΙΣ あなた、私を台無しにする気?
σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.
――あら、お帰りなさい、ポレモン。 お久しぶりね。
ΠΟΛΕΜΩΝ Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν;
ΠΟΛΕΜΩΝ それでは、お前たちのところに近づいてくるこの男は誰だ?
σιωπᾷς;
黙っているのか?
εὖ γε·
よろしい。
οἴχου, ὦ Παννυχί.
おしまいだな、パニキス。
ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα.
私はテルモピュライから5日で飛んできたのだ、このような女の元へ急いで。
καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἐχων·
だが確かに、当然の報いを受けたのだ。 それでも感謝はしている。
οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
もうお前によって騙されることはないのだからな。
ΦΙΛΟΣΤΡΑΤΟΣ Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;
ΦΙΛΟΣΤΡΑΤΟΣ で、あなたはどなたですか、お若い方?
ΠΟΛΕΜΩΝ Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις·
ΠΟΛΕΜΩΝ パンディオニス部族スリイア区のポレモンだ。 聞いておくがいい。
χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.
かつては千人隊長を務め、今は五千人の盾の軍勢を率いる者であり、パニキスの愛人だ――彼女がまだ人間らしい心を持っていると私が思っていた頃のな。
ΦΙΛΟΣΤΡΑΤΟΣ Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα.
ΦΙΛΟΣΤΡΑΤΟΣ しかし、傭兵隊長さん、今やパニキスは私のものだ。 彼女は1タラントンを受け取ったし、貨物を処分すればすぐにもう1タラントンを受け取るのだ。
καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ' Ὀδρύσαις χιλιαρχεῖν ἔα.
さあ、パニキス、私について来なさい。 この男にはオドリュサイ人のところで千人隊長でもさせておけばよい。
ΠΟΛΕΜΩΝ Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
ΠΟΛΕΜΩΝ 彼女は自由の身なのだから、望むならついて行けばよい。
ΠΑΝΝΥΧΙΣ Τί ποιῶ, Δορκάς;
ΠΑΝΝΥΧΙΣ ドルカス、私はどうしたらいい?
ΔΟΡΚΑΣ Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.
ΔΟΡΚΑΣ 中に入るのが良いでしょう。 怒っているポレモン様のそばにいることはできませんし、嫉妬してさらに激昂するでしょうから。
ΠΑΝΝΥΧΙΣ Εἰ θέλεις, εἰσίωμεν.
ΠΑΝΝΥΧΙΣ あなたがそう望むなら、中に入りましょう。
§9.5ΠΟΛΕΜΩΝ Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι.
ΠΟΛΕΜΩΝ だが、お前たちにあらかじめ言っておくが、お前たちが今日飲むのはこれが最後になる。 さもなければ、私はこれほど多くの殺戮に身を鍛えてここにいる意味がない。
τοὺς Θρᾷκας, ὦ Παρμένων·
パルメノン、トラキア兵たちを呼べ!
ὡπλισμένοι ἡκέτωσαν ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι·
彼らに武装して来させ、路地を陣形で塞ぐのだ。
ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ' ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.
正面には重装歩兵を、両脇には投石兵と射手を、残りは後ろに配せ。
ΦΙΛΟΣΤΡΑΤΟΣ Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ.
ΦΙΛΟΣΤΡΑΤΟΣ 傭兵さん、お前は私たちを子供のように思って、脅かすつもりでそんなことを言っているのか。
σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες;
お前はこれまでに雄鶏の一羽でも殺したことがあるのか、あるいは戦争を見たことがあるのか。
ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.
どうせお前は、二倍給の兵士としてどこかの砦を守ってでもいたのだろう。 これでもお前を持ち上げてやっているのだぞ。
ΠΟΛΕΜΩΝ Καὶ μὴν εἴσῃ μετ' ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.
ΠΟΛΕΜΩΝ いや、すぐに分かることだ。 我々が武器を輝かせて、槍を構えて突撃してくるのを見ればな。
ΦΙΛΟΣΤΡΑΤΟΣ Ἥκετε μόνον συσκευασάμενοι.
ΦΙΛΟΣΤΡΑΤΟΣ せいぜい準備して来い。
ἐγὼ δὲ καὶ Τίβειος οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε ἔχοιτε εἰδέναι.
私と、このティビオス――私の後ろに従っているのは彼一人だが――が、お前たちに石や瓦を投げつけて退散させ、どこへ逃げ去ればよいかも分からなくしてやるから。

語釈・文法注

  1. 9.1ἡμῖν — 倫理与格(ethical dative)であり、「私たちのために」「私たちの関心事として」という親愛と関心を表す。ここではドルカスがパルメノンに対し、親しみを込めて「私たちの(大切な)状況はどうでしたか」と尋ねるニュアンスを持つ。
  2. 9.2ἐβόμβει τὰ ὦτα ὑμῖν — 「あなたがたの耳が鳴っていた」という、誰かが他所で噂をされている時に耳鳴りがするという民間信仰に基づく慣用表現。ドルカスは、パニキスが遠征中のポレモンたちをいつも心配して話題にしていたことを、パルメノンに伝えるためにこの表現を用いている。
  3. 9.4Ὅτι — 相手の質問「お前は誰だ(τίς εἶ)」に対して、接続詞 ὅτι を用いて直接的に、あるいはやや反抗的・強調的な口調で自己紹介を始める口語的な表現。間接話法の導入の ὅτι が回答に転用されたもの、あるいは「(なぜなら)私は…だからだ」という理由の接続詞。
  4. 9.5ἐπὶ δόρυ — 本来は軍事用語で、盾を持たない右側、すなわち「右へ(旋回する)」を意味する(盾を持つ左側は ἐπ' ἀσπίδα)。ここでは「槍を構えて」「槍の方へ(突撃して)」という、ポレモンの軍人らしい物々しい突撃の様子を描写する表現として用いられている。

この箇所を引用する

ルキアノス, 遊女たちの対話 §9.1-9.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg069.humanitext-grc3:9.1-9.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。