§8.1ΗΡΑ
Ἐξ οὗ τὸ μειράκιον τοῦτο. ὦ Ζεῦ, τὸ Φρύγιον ἀπὸ τῆς Ἴδης ἁρπάσας δεῦρο ἀνήγαγες, ἔλαττόν μοι τὸν νοῦν προσέχεις.
ヘラ:このフリュギアの若者をイデ山からさらってここに連れてきてからというもの、ゼウスよ、あなたは私にほとんど心を配ってくれません。
ΖΕΥΣ
Καὶ τοῦτο γάρ, ὦ Ἥρα, ζηλοτυπεῖς ἤδη ἀφελὲς οὕτω καὶ ἀλυπότατον;
ゼウス:ヘラよ、これほど純真で無害なものにまで、もう嫉妬するのか。
ἐγὼ δὲ ᾤμην ταῖς γυναιξὶ μόναις χαλεπήν σε εἶναι, ὁπόσαι ἂν ὁμιλήσωσί μοι.
私はあなたが、私と交わる女性たちだけに怒りを示すのだと思っていたのだが。
§8.2ΗΡΑ
Οὐδ’ ἐκεῖνα μὲν εὖ ποιεῖς οὐδὲ πρέποντα σεαυτῷ ὃς ἁπάντων θεῶν δεσπότης ὢν ἀπολιπὼν ἐμὲ τὴν νόμῳ γαμετὴν ἐπὶ τὴν γῆν κάτει μοιχεύσων, χρυσίον ἢ σάτυρος ἢ ταῦρος γενόμενος.
ヘラ:そうした振る舞いも、あなたが立派に行っているわけでも、すべての神々の支配者であるあなた自身にふさわしいわけでもない。 あなたは法に則った妻である私を置き去りにして、黄金やサテュロスや雄牛になって、姦通するために地上へと下っていくのだから。
πλὴν ἀλλ’ ἐκεῖναι μέν σοι κἂν ἐν γῇ μένουσι, τὸ δὲ τουτὶ Ἰδαῖον παιδίον ἁρπάσας ἀνέπτης, ὦ γενναιότατε ἀετῶν, καὶ συνοικεῖ ἡμῖν ἐπὶ κεφαλήν μοι ἐπαχθέν, οἰνοχοοῦν δὴ τῷ λόγῳ.
だがしかし、あちらの女たちは地上に留まってくれる。 しかし、このイデ山の子供については、あなたはさらって舞い上がったのだ、鷲の中でも最も高貴な御方よ。 そして、私たちの家に同居し、私の頭の上に押し付けられ、表向きは給仕をしているというわけだ。
οὕτως ἠπόρεις οἰνοχόων, καὶ ἀπηγορεύκασιν ἄρα ἥ τε Ἥβη καὶ ὁ Ἥφαιστος διακονούμενοι;
それほどまでに給仕が不足していたのか、それともヘベとヘパイストスが給仕を務めることに音を上げてしまったとでもいうのか。
σὺ δὲ καὶ τὴν κύλικα οὐκ ἂν ἄλλως λάβοις παρ' αὐτοῦ ἢ φιλήσας πρότερον αὐτὸν ἁπάντων ὁρώντων, καὶ τὸ φίλημά σοι ἥδιον τοῦ νέκταρος, καὶ διὰ τοῦτο οὐδὲ διψῶν πολλάκις αἰτεῖς πιεῖν·
それに、あなたはみんなが見ている前で、まず彼に口づけしなければ彼から杯を受け取ろうともしない。 そしてその口づけはあなたにとってネクタルよりも甘美であり、そのために、喉が渇いてもいないのに、しばしば飲むことを求めるのだ。
ὁτὲ δὲ καὶ ἀπογευσάμενος μόνον ἔδωκας ἐκείνῳ, καὶ πιόντος ἀπολαβὼν τὴν κύλικα ὅσον ὑπόλοιπον ἐν αὐτῇ πίνεις, ὅθεν καὶ ὁ παῖς ἔπιε καὶ ἔνθα προσήρμοσε τὰ χείλη, ἵνα καὶ πίνῃς ἅμα καὶ φιλῇς·
またある時には、ほんの少し口をつけただけで彼に与え、彼が飲むと杯を受け取って、その中に残っているものを、まさにその子が飲み、その唇を当てた場所から飲むのだ、飲むことと口づけすることを同時に行うために。
πρῴην δὲ ὁ βασιλεὺς καὶ ἁπάντων πατὴρ ἀποθέμενος τὴν αἰγίδα καὶ τὸν κεραυνὸν ἐκάθησο ἀστραγαλίζων μετ' αὐτοῦ ὁ πώγωνα τηλικοῦτον καθειμένος.
先日は、王であり万物の父であるお方が、アイギスと雷霆を脇に置いて、これほど立派な髭を蓄えていながら、彼と一緒になってサイコロ遊びに興じていたではないか。
ἅπαντα οὖν ὁρῶ ταῦτα, ὥστε μὴ οἴου λανθάνειν.
私はこれらをすべて見ているのだから、隠し通せているなどと思わないことだ。
§8.3ΖΕΥΣ
Καὶ τί δεινόν, ὦ Ἥρα, μειράκιον οὕτω καλὸν μεταξὺ πίνοντα καταφιλεῖν καὶ ἥδεσθαι ἀμφοῖν καὶ τῷ φιλήματι καὶ τῷ νέκταρι;
ゼウス:ヘラよ、これほど美しい若者に、飲む合間に口づけをして、口づけとネクタルの両方を楽しむことに、何の害があろうか。
ἢν γοῦν ἐπιτρέψω αὐτῷ κἂν ἅπαξ φιλῆσαί σε, οὐκέτι μέμψῃ μοι προτιμότερον τοῦ νέκταρος οἰομένῳ τὸ φίλημα εἶναι.
もし彼にあなたへ一度でも口づけすることを許したなら、口づけの方がネクタルよりも好ましいと思う私のことを、あなたはもう非難しなくなるだろうがね。
ΗΡΑ
Παιδεραστῶν οὗτοι λόγοι.
ヘラ:それは少年愛者たちの言い草です。
ἐγὼ δὲ μὴ οὕτω μανείην ὡς τὰ χείλη προσενεγκεῖν τῷ μαλθακῷ τούτῳ Φρυγὶ οὕτως ἐκτεθηλυμένῳ.
私は、これほどまでに女性化された、この軟弱なフリュギア人に唇を寄せるほどに狂いたくはありません。
ΖΕΥΣ
Μή μοι λοιδοροῦ, ὦ γενναιοτάτη, τοῖς παιδικοῖς·
ゼウス:最も高貴な妻よ、私のお気に入りの少年を侮辱しないでくれ。
οὑτοσὶ γὰρ ὁ θηλυδρίας, ὁ βάρβαρος, ὁ μαλθακός, ἡδίων ἐμοὶ καὶ ποθεινότερος—οὐ βούλομαι δὲ εἰπεῖν, μή σε παροξύνω ἐπὶ πλέον.
この女のような男、バルバロイ、軟弱者こそが、私にとってはより甘美であり、より愛おしいのだ――それ以上は言いたくない、あなたをこれ以上怒らせないためにね。
§8.4ΗΡΑ
Εἴθε καὶ γαμήσειας αὐτὸν ἐμοῦ γε οὕνεκα·
ヘラ:私のことなど気にせず、彼と結婚でもしてしまえばいいでしょう。
μέμνησο γοῦν οἷά μοι διὰ τὸν οἰνοχόον τοῦτον ἐμπαροινεῖς.
それにしても、この給仕のせいであなたが私に対してどれほど酔って横暴な振る舞いをしているか、覚えておくことです。
ΖΕΥΣ
Οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἕδει τὸν σὸν υἱὸν οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον, καὶ ἀπ' ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι μεταξύ, ὃν οὐδ’ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλήσειας ὑπὸ τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον.
ゼウス:いや、そうではなく、あなたの息子であるヘパイストスが、足を引きずりながら、炉からやってきて、まだ火の粉にまみれ、たった今やっと火挟みを置いたばかりの姿で、我々に給仕すべきだったのだな。 そして我々はあの彼の指から杯を受け取り、引き寄せてはその合間に口づけをしなければならないわけだ。 母親であるあなたでさえ、煤で顔が真っ黒に汚れたあの彼に喜んで口づけはしないだろうに。
ἡδίω ταῦτα· οὐ γάρ;
こちらのほうが愉快だな、そうではないか。
καὶ παρὰ πολὺ ὁ οἰνοχόος ἐκεῖνος ἔπρεπε τῷ συμποσίῳ τῶν θεῶν, ὁ Γανυήδης δὲ καταπεμπτέος αὖθις ἐς τὴν Ἴδην· καθάριος γὰρ καὶ ῥοδοδάκτυλος καὶ ἐπισταμένως ὀρέγει τὸ ἔκπωμα, καὶ ὅ σε λυπεῖ μάλιστα, καὶ φιλεῖ ἥδιον τοῦ νέκταρος.
そして、あの給仕のほうが神々の宴会にはるかにふさわしく、ガニュメデスは再びイデ山へと送り返されるべきだというのだな。彼は清潔で、薔薇の指を持ち、巧みに杯を差し出し、そして――あなたを最も苦しめることだが――ネクタルよりも甘美に口づけをするのだから。ヘラ:ゼウスよ、今やヘパイストスは足が不自由で、彼の指はあなたの杯にふさわしくなく、煤まみれであり、
§8.5ΗΡΑ
Νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε·
そして、あの美しい長髪の若者をイデ山が育てて以来、あなたは彼を見るだけで吐き気をもよおす。
πάλαι δὲ οὐχ ἑώρας ταῦτα, οὐδ’ οἱ σπινθῆρες οὐδὲ ἡ κάμινος ἀπέτρεπόν σε μὴ οὐχὶ πίνειν παρ' αὐτοῦ.
ですが以前は、そんなことは見えていませんでしたし、火の粉も炉も、あなたが彼から酒を受け取って飲むのを妨げはしませんでした。
ΖΕΥΣ
Λυπεῖς, ὦ Ἥρα, σεαυτήν, οὐδὲν ἄλλο, κἀμοὶ ἐπιτείνεις τὸν ἔρωτα ζηλοτυποῦσα·
ゼウス:ヘラよ、あなたは自分自身を苦しめているだけで、他には何もなく、嫉妬することによって私の中の愛をいっそう強めているのだ。
εἰ δὲ ἄχθῃ παρὰ παιδὸς ὡραίου δεχομένη τὸ ἔκπωμα, σοὶ μὲν ὁ υἱὸς οἰνοχοείτω, σὺ δέ, ὦ Γανύμηδες, ἐμοὶ μόνῳ ἀναδίδου τὴν κύλικα καὶ ἐφ' ἑκάστῃ δὶς φίλει με καὶ ὅτε πλήρη ὀρέγοις κᾆτα αὖθις ὁπότε παρ' ἐμοῦ ἀπολαμβάνοις.
もしあなたが、美しい少年から杯を受け取ることに腹を立てるなら、あなたの息子にあなたのために給仕をさせればよい。 だがお前、ガニュメデスよ、私だけに杯を差し出し、毎回二度、私に口づけをしなさい。 なみなみ注がれた杯を差し出す時、そしてまた私からそれを受け取る時に。
τί τοῦτο;
どうしたのだ。
δακρύεις;
泣いているのか。
μὴ δέδιθι·
恐れることはない。
οἰμώξεται γάρ, ἤν τίς σε λυπεῖν θέλῃ.
お前を苦しめようとする者があれば、ひどい目に遭わせてやるからな。