§8.1ΗΡΑ
Ἐξ οὗ τὸ μειράκιον τοῦτο. ὦ Ζεῦ, τὸ Φρύγιον ἀπὸ τῆς Ἴδης ἁρπάσας δεῦρο ἀνήγαγες, ἔλαττόν μοι τὸν νοῦν προσέχεις.
赫拉:自从你把这个弗里吉亚男孩从伊达山劫持到这里以来,宙斯,你对我的注意力就减少了。
ΖΕΥΣ
Καὶ τοῦτο γάρ, ὦ Ἥρα, ζηλοτυπεῖς ἤδη ἀφελὲς οὕτω καὶ ἀλυπότατον;
宙斯:赫拉,难道你连这般单纯而无害的孩子也要嫉妒吗?
ἐγὼ δὲ ᾤμην ταῖς γυναιξὶ μόναις χαλεπήν σε εἶναι, ὁπόσαι ἂν ὁμιλήσωσί μοι.
我本以为你只对那些与我交往的女人严厉。
§8.2ΗΡΑ
Οὐδ’ ἐκεῖνα μὲν εὖ ποιεῖς οὐδὲ πρέποντα σεαυτῷ ὃς ἁπάντων θεῶν δεσπότης ὢν ἀπολιπὼν ἐμὲ τὴν νόμῳ γαμετὴν ἐπὶ τὴν γῆν κάτει μοιχεύσων, χρυσίον ἢ σάτυρος ἢ ταῦρος γενόμενος.
赫拉:你做那些事既不体面,也不配你的身份。 你身为万神之主,却抛下我这法定的妻子,变成黄金、萨提尔或公牛,降落到凡间去偷情。
πλὴν ἀλλ’ ἐκεῖναι μέν σοι κἂν ἐν γῇ μένουσι, τὸ δὲ τουτὶ Ἰδαῖον παιδίον ἁρπάσας ἀνέπτης, ὦ γενναιότατε ἀετῶν, καὶ συνοικεῖ ἡμῖν ἐπὶ κεφαλήν μοι ἐπαχθέν, οἰνοχοοῦν δὴ τῷ λόγῳ.
不过,那些女人至少还留在地上,而你却把这个伊达山的男孩抢走并飞了上来,哦,最伟大的鹰啊! 他现在和我们住在一起,强加在我的头上,名义上是在倒酒。
οὕτως ἠπόρεις οἰνοχόων, καὶ ἀπηγορεύκασιν ἄρα ἥ τε Ἥβη καὶ ὁ Ἥφαιστος διακονούμενοι;
你就那么缺倒酒的人吗? 难道赫柏和赫菲斯托斯已经拒绝服侍了吗?
σὺ δὲ καὶ τὴν κύλικα οὐκ ἂν ἄλλως λάβοις παρ' αὐτοῦ ἢ φιλήσας πρότερον αὐτὸν ἁπάντων ὁρώντων, καὶ τὸ φίλημά σοι ἥδιον τοῦ νέκταρος, καὶ διὰ τοῦτο οὐδὲ διψῶν πολλάκις αἰτεῖς πιεῖν· ὁτὲ δὲ καὶ ἀπογευσάμενος μόνον ἔδωκας ἐκείνῳ, καὶ πιόντος ἀπολαβὼν τὴν κύλικα ὅσον ὑπόλοιπον ἐν αὐτῇ πίνεις, ὅθεν καὶ ὁ παῖς ἔπιε καὶ ἔνθα προσήρμοσε τὰ χείλη, ἵνα καὶ πίνῃς ἅμα καὶ φιλῇς· πρῴην δὲ ὁ βασιλεὺς καὶ ἁπάντων πατὴρ ἀποθέμενος τὴν αἰγίδα καὶ τὸν κεραυνὸν ἐκάθησο ἀστραγαλίζων μετ' αὐτοῦ ὁ πώγωνα τηλικοῦτον καθειμένος.
而且,你若不先在众人瞩目之下亲吻他,就绝不肯从他手里接过杯子;对你来说,他的吻比神酒还要甜美,因此你甚至在不渴的时候也常常要酒喝;有时你仅仅尝了一口,就递给他,等他喝了,你再拿回杯子,把里面剩的喝掉,而且偏偏要在那孩子喝过、贴过嘴唇的地方喝,好让你在一边喝的同时一边亲吻;前天,这位万物之父兼国王,竟然放下了神盾和雷霆,和那孩子坐在一起玩骰子,亏你还留着那么长的胡子!
ἅπαντα οὖν ὁρῶ ταῦτα, ὥστε μὴ οἴου λανθάνειν.
这一切我都看在眼里,所以你别以为能瞒得过我。
§8.3ΖΕΥΣ
Καὶ τί δεινόν, ὦ Ἥρα, μειράκιον οὕτω καλὸν μεταξὺ πίνοντα καταφιλεῖν καὶ ἥδεσθαι ἀμφοῖν καὶ τῷ φιλήματι καὶ τῷ νέκταρι;
宙斯:赫拉,在喝酒之余亲吻这么漂亮的一个男孩,同时享受亲吻和神酒,这有什么可怕的?
ἢν γοῦν ἐπιτρέψω αὐτῷ κἂν ἅπαξ φιλῆσαί σε, οὐκέτι μέμψῃ μοι προτιμότερον τοῦ νέκταρος οἰομένῳ τὸ φίλημα εἶναι.
要是哪天我让他亲你一次,你就不会再责怪我,认为那亲吻比神酒更值得珍视了。
ΗΡΑ
Παιδεραστῶν οὗτοι λόγοι.
赫拉:这是鸡奸者的托词。
ἐγὼ δὲ μὴ οὕτω μανείην ὡς τὰ χείλη προσενεγκεῖν τῷ μαλθακῷ τούτῳ Φρυγὶ οὕτως ἐκτεθηλυμένῳ.
我才没有疯到去亲吻这个如此女性化、软弱的弗里吉亚人。
ΖΕΥΣ
Μή μοι λοιδοροῦ, ὦ γενναιοτάτη, τοῖς παιδικοῖς·
宙斯:最尊贵的内人,请不要辱骂我所爱的人。
οὑτοσὶ γὰρ ὁ θηλυδρίας, ὁ βάρβαρος, ὁ μαλθακός, ἡδίων ἐμοὶ καὶ ποθεινότερος—οὐ βούλομαι δὲ εἰπεῖν, μή σε παροξύνω ἐπὶ πλέον.
这个娇柔的人、蛮族人、软弱的人,对我来说更甜美、更令人渴望——我不想说下去了,免得让你更加恼火。
§8.4ΗΡΑ
Εἴθε καὶ γαμήσειας αὐτὸν ἐμοῦ γε οὕνεκα·
赫拉:只要我不在乎,你娶了他都行!
μέμνησο γοῦν οἷά μοι διὰ τὸν οἰνοχόον τοῦτον ἐμπαροινεῖς.
但你得记住,因为这个倒酒的人,你对我做了多少酒后失态的事。
ΖΕΥΣ
Οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἕδει τὸν σὸν υἱὸν οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον, καὶ ἀπ' ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι μεταξύ, ὃν οὐδ’ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλήσειας ὑπὸ τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον.
宙斯:不,相反地,本该让你那瘸腿的儿子赫菲斯托斯来给我们倒酒。 他从锻造炉里走出来,浑身还冒着火星,刚刚放下火钳,然后我们从他那样的手指间接过杯子,搂过他来并在其间亲吻他——那个连你这个做母亲的都不会乐意去亲吻、满脸都是煤灰的家伙。
ἡδίω ταῦτα· οὐ γάρ;
这样才更愉快,不是吗?
καὶ παρὰ πολὺ ὁ οἰνοχόος ἐκεῖνος ἔπρεπε τῷ συμποσίῳ τῶν θεῶν, ὁ Γανυήδης δὲ καταπεμπτέος αὖθις ἐς τὴν Ἴδην· καθάριος γὰρ καὶ ῥοδοδάκτυλος καὶ ἐπισταμένως ὀρέγει τὸ ἔκπωμα, καὶ ὅ σε λυπεῖ μάλιστα, καὶ φιλεῖ ἥδιον τοῦ νέκταρος.
那个倒酒人显然更适合众神的宴会,而甘尼美德斯应该被送回伊达山;毕竟他干净,有着玫瑰般的指头,熟练地递上杯子,而且——最让你痛苦的是——他的吻比神酒还要甜美。
§8.5ΗΡΑ
Νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε·
赫拉:现在,宙斯,赫菲斯托斯成了一个瘸子,他的手指配不上你的杯子,而且他满身都是煤灰,你一看到他就觉得恶心——自从伊达山养育了这个长着美丽长发的男孩之后。
πάλαι δὲ οὐχ ἑώρας ταῦτα, οὐδ’ οἱ σπινθῆρες οὐδὲ ἡ κάμινος ἀπέτρεπόν σε μὴ οὐχὶ πίνειν παρ' αὐτοῦ.
但在以前,你可看不见这些,火花和炉灶也没有阻止你从他手里接酒喝。
ΖΕΥΣ
Λυπεῖς, ὦ Ἥρα, σεαυτήν, οὐδὲν ἄλλο, κἀμοὶ ἐπιτείνεις τὸν ἔρωτα ζηλοτυποῦσα·
宙斯:赫拉,你只是在自寻烦恼,别无他用,你的嫉妒只会加深我的爱。
εἰ δὲ ἄχθῃ παρὰ παιδὸς ὡραίου δεχομένη τὸ ἔκπωμα, σοὶ μὲν ὁ υἱὸς οἰνοχοείτω, σὺ δέ, ὦ Γανύμηδες, ἐμοὶ μόνῳ ἀναδίδου τὴν κύλικα καὶ ἐφ' ἑκάστῃ δὶς φίλει με καὶ ὅτε πλήρη ὀρέγοις κᾆτα αὖθις ὁπότε παρ' ἐμοῦ ἀπολαμβάνοις.
如果你讨厌从一个俊美的男孩手里接过杯子,那就让你的儿子给你倒酒。 至于你,甘尼美德斯,只把杯子递给我,每次要亲我两次,一次是在你递上满杯时,另一次是在你从我这里拿回杯时。
τί τοῦτο;
怎么了?
δακρύεις;
你哭了吗?
μὴ δέδιθι· οἰμώξεται γάρ, ἤν τίς σε λυπεῖν θέλῃ.
不要害怕;如果有人想伤害你,他会尝到苦头的。