§3.1ΑΠΟΛΛΩΝ
Τί ἂν λέγοιμεν;
アポロン何と言ったらよいだろうか、ディオニュソスよ。
ὁμομητρίους, ὦ Διόνυσε, ἀδελφοὺς ὄντας Ἔρωτα καὶ Ἑρμαφρόδιτον καὶ Πρίαπον, ἀνομοιοτάτους εἶναι τὰς μορφὰς καὶ τὰ ἐπιτηδεύματα;
同じ母から生まれた兄弟であるエロス、ヘルマプロディトス、そしてプリアポスが、容姿も性情もこれほどまでに異なっているとは。
ὁ μὲν γὰρ πάγκαλος καὶ τοξότης καὶ δύναμιν οὐ μικρὰν περιβεβλημένος ἁπάντων ἄρχων, ὁ δὲ θῆλυς καὶ ἡμίανδρος καὶ ἀμφίβολος τὴν ὄψιν·
一方は極めて美しく、弓の射手であり、小さからぬ力を備えて万物を支配している。 他方は女のようで、半男半女であり、容貌がどちらともつかない。
οὐκ ἂν διακρίναις εἴτ' ἔφηβός ἐστιν εἴτε καὶ παρθένος·
若者なのか、それとも乙女なのか見分けがつかないほどだ。
ὁ δὲ καὶ πέρα τοῦ εὐπρεποῦς ἀνδρικὸς ὁ Πρίαπος.
そして、もう一人のプリアポスは、見苦しいほどに男性的である。
ΔΙΟΝΥΣΟΣ
Μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον·
ディオニュソス驚くには及ばない、アポロンよ。
οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.
なぜならアプロディテがこれの原因なのではなく、父親たちが異なっていたからだ。 実際、同じ父親から、一つの胎内から生まれた者たちでさえ、しばしば一方は男、他方は女となることがある、君たちのようにね。
ΑΠΟΛΛΩΝ
Ναί·
アポロン確かに。
ἀλλ’ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν·
しかし私たちは似ているし、同じ職能を持っている。
τοξόται γὰρ ἄμφω.
二人とも弓の射手だからだ。
ΔΙΟΝΥΣΟΣ
Μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δέ μαντεύῃ καὶ ἰᾷ τοὺς κάμνοντας.
ディオニュソス弓の点までは同じだが、アポロンよ、それ以外のことは似ていない。 アルテミスはスキタイの地で異邦人を虐殺しているが、君は予言をし、病人を癒やしているのだから。
ΑΠΟΛΛΩΝ
Οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις, ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε εἰς τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ' αὐτοῦ μυσαττομένη τὰς σφαγάς;
アポロンまさか、妹がスキタイ人たちを喜んでいるとでも思うのか。 彼女とて、もしギリシア人がタウリカに到着することがあれば、屠殺を嫌悪して、彼とともに船で脱出する用意ができているというのに。
§3.2ΔΙΟΝΥΣΟΣ
Εὖ γε ἐκείνη ποιοῦσα.
ディオニュソスそれは彼女も殊勝なことだ。
ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρ' αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ' αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος—αἰδοῦμαι δὲ λέγειν.
ところでプリアポスだが、おかしな話を君にしてあげよう。 先日、私がラムプサコスにいたとき、私はその町を通りかかった。 彼は私を迎え入れ、自分の家に泊めてもてなしてくれた。 宴会で十分に酔っ払って私たちが眠りについたとき、真夜中頃に、あの立派な御仁が起き上がって――言うのも恥かしいのだが。
ΑΠΟΛΛΩΝ
Ἐπείρα σε, Διόνυσε;
アポロン君に言い寄ったのか、ディオニュソスよ。
ΔΙΟΝΥΣΟΣ
Τοιοῦτόν ἐστι.
ディオニュソスそういうことだ。
ΑΠΟΛΛΩΝ
Σὺ δὲ τί πρὸς ταῦτα;
アポロン君はどうしたのだ?
ΔΙΟΝΥΣΟΣ
Τί γὰρ ἄλλο ἢ ἐγέλασα;
ディオニュソス笑うほかに、何ができたろう。
ΑΠΟΛΛΩΝ
Εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως·
アポロンそれは殊勝だ、怒ったり荒々しく振る舞わなかったのはね。
συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
それほど美しい君に言い寄ったのだから、彼も同情の余地がある。
ΔΙΟΝΥΣΟΣ
Τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν·
ディオニュソスその点から言えば、アポロンよ、彼は君にも手を出すかもしれないぞ。
καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
君も美しく、髪が長いから、プリアポスが素面であっても、君に手を出そうとするだろうからね。
ΑΠΟΛΛΩΝ
Ἀλλ' οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε·
アポロンいや、彼は決して手を出さないだろう、ディオニュソスよ。
ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.
私には、長い髪とともに、弓もあるのだからね。