Humanitext Reader

ルキアノス · 神々の対話 §23.1-23.2

アテナや処女神たちを射ない理由を語るエロス

23 / 25 箇所 · ギリシア語

要旨

アプロディテがエロスに、なぜアテナやムーサ、アルテミスだけは彼の恋の矢の標的にならないのかを尋ねる。エロスは、彼女たちがそれぞれ持つ恐ろしさや気高さ、狩猟への熱中を理由として説明する。

§23.1ΑΦΡΟΔΙΤΗ Τί δήποτε, ὦ Ἔρως, τοὺς μὲν ἄλλους θεοὺς κατηγωνίσω ἅπαντας, τὸν Δία, τὸν Ποσειδῶ, τὸν Ἀπόλλω, τὴν Ῥέαν, ἐμὲ τὴν μητέρα, μόνης δὲ ἀπέχῃ τῆς Ἀθηνᾶς καὶ ἐπ' ἐκείνης ἄπυρος μέν σοι ἡ δᾴς, κενὴ δὲ οἰστῶν ἡ φαρέτρα, σὺ δὲ ἄτοξος εἶ καὶ ἄστοχος;
ΑΦΡΟΔΙΤΗ エロスよ、どうして他の一切の神々を打ち負かしたというのに――ゼウスも、ポセイドンも、アポロンも、レアも、そして母親であるこの私さえも――ただアテナだけは避け、彼女に対してはお前のたいまつは火を失い、矢筒は空になり、お前自身は弓を持たず、狙いも定められないのか。
ΕΡΩΣ Δέδια, ὦ μῆτερ, αὐτήν·
ΕΡΩΣ お母様、私は彼女が恐ろしいのです。
φοβερὰ γάρ ἐστι καὶ χαροπὴ καὶ δεινῶς ἀνδρική·
恐ろしく、鋭い眼光を放ち、すさまじく男勝りなのです。
ὁπόταν γοῦν ἐντεινάμενος τὸ τόξον ἴω ἐπ' αὐτήν, ἐπισείουσα τὸν λόφον ἐκπλήττει με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν.
実際、私が弓を引き絞って彼女に向かっていくと、彼女は兜の羽毛を揺らして私を震え上がらせ、私は恐怖に震え、手から矢が滑り落ちてしまうのです。
ΑΦΡΟΔΙΤΗ Ὁ Ἄρης γὰρ οὐ φοβερώτερος ἦν;
ΑΦΡΟΔΙΤΗ アレスの方がもっと恐ろしかったのではないか。
καὶ ὅμως ἀφώπλισας αὐτὸν καὶ νενίκηκας.
それでもお前は彼から武器を奪い、打ち負かしたではないか。
ΕΡΩΣ Ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκαλεῖται, ἡ Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, ἡ δέ, Εἴ μοι πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα ἢ τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα ἢ αὐτὴ διασπασαμένη—πολλὰ τοιαῦτα ἠπείλησε·
ΕΡΩΣ でも、あの人は喜んで私を受け入れ、呼び寄せてくれます。 けれどアテナはいつも私を不審げに見つめます。 かつて、私がただ何気なくたいまつを手にして近くを飛び過ぎたとき、彼女はこう言いました。 「もし私に近づいたら、父にかけて誓うが、お前を槍で突き刺すか、あるいは足をつかんでタルタロスへ投げ込むか、自分で八つ裂きにしてくれる」と、そのように多く脅したのです。
καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα δέδια·
そのうえ彼女は鋭い目つきで睨みつけ、胸にはマムシが髪のように生い茂った恐ろしい顔を付けています。 私はこれが一番怖いのです。
μορμολύττεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.
それを見ると、私を脅かし怯えさせるので、私は逃げ出してしまうのです。
§23.2ΑΦΡΟΔΙΤΗ Ἀλλὰ τὴν μὲν Ἀθηνᾶν δέδιας, ὡς φῄς, καὶ τὴν Γοργόνα, καὶ ταῦτα μὴ φοβηθεὶς τὸν κεραυνὸν τοῦ Διός.
¦251 ΑΦΡΟΔΙΤΗ しかし、アテナとそのゴルゴンはお前の言うとおり恐ろしいとしても、ゼウスの雷を恐れないお前がそれらを恐れるとはね。
αἱ δὲ Μοῦσαι διὰ τί σοι ἄτρωτοι καὶ ἔξω βελῶν εἰσιν;
では、ムーサたちはお前によって傷つけられず、矢が届かないのはなぜなのか。
κἀκεῖναι λόφους ἐπισείουσιν καὶ Γοργόνας προφαίνουσιν;
彼女たちも兜の羽毛を揺らしたり、ゴルゴンの顔を見せつけたりするというのか。
ΕΡΩΣ Αἰδοῦμαι αὐτάς, ὦ μῆτερ·
ΕΡΩΣ 彼女たちのことは敬っているのです、お母様。
σεμναὶ γάρ εἰσιν καὶ ἀεί τι φροντίζουσιν καὶ περὶ ᾠδὴν ἔχουσι καὶ ἐγὼ παρίσταμαι πολλάκις αὐταῖς κηλούμενος ὑπὸ τοῦ μέλους.
彼女たちは気高く、常に何かを思索し、歌に没頭しています。 私はしばしば彼女たちのそばに立ち、その旋律に魅了されているのです。
ΑΦΡΟΔΙΤΗ Ἔα καὶ ταύτας, ὅτι σεμναί· τὴν δὲ Ἄρτεμιν τίνος ἕνεκα οὐ τιτρώσκεις;
ΑΦΡΟΔΙΤΗ 気高さを理由に彼女たちを見逃すというなら、それでは、アルテミスはお前が傷つけないのはなぜなのか。
ΕΡΩΣ Τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν·
ΕΡΩΣ まず全体として、常に山々を逃げ回っている彼女を捕らえること自体が不可能なのです。
εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.
そのうえ、彼女はすでに自分なりの独自の恋を抱いています。
ΑΦΡΟΔΙΤΗ Τίνος, ὦ τέκνον;
ΑΦΡΟΔΙΤΗ 何への恋だね、我が子よ。
ΕΡΩΣ Θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν·
ΕΡΩΣ 狩り、そして鹿や子鹿への恋です。 追跡して捕らえ、弓で射ることに恋しており、すっかりそのようなことに熱中しているのです。
ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίτοι τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον— ΑΦΡΟΔΙΤΗ Οἶδα, ὦ τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας.
なにしろ、彼女の弟のことでさえ、彼自身が弓の名手であり、遠矢を射る者であるにもかかわらず―― ΑΦΡΟΔΙΤΗ 知っているよ、我が子よ、お前が彼を何度も射抜いたことはね。

語釈・文法注

  1. 250Εἴ μοι πρόσει... διασπασαμένη — 直接話法内におけるアテナのセリフの帰結節(アポドシス)における定動詞の省略。条件節「もし近づくなら(Εἴ μοι πρόσει)」に対し、後続の文脈では定動詞が省略され、並列されたアオリスト分詞句(διαπείρασα, λαβομένη, ἐμβαλοῦσα, διασπασαμένη)のみが提示されることで、彼女の激しい怒りと威嚇を緊迫感をもって直接的に表現している。
  2. p.v.7.p.344καὶ ταῦτα μὴ φοβηθεὶς — 「しかも、そのうえ」を意味する指示代名詞の中性複数対格を用いた慣用表現 `καὶ ταῦτα` が、否定の分詞句 `μὴ φοβηθεὶς` を伴うことで、「ゼウスの雷を恐れなかったにもかかわらず」という強い譲歩の意味を表している。
  3. p.v.7.p.344ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ — 同族目的語(同族対格)の構文。動詞 `ἐρᾷ`(愛している)が、同じ語源を持つ名詞 `ἔρωτα`(愛・恋)を目的格として取り、「彼女独自の恋をすでにしている」という意味を表す。
  4. p.v.7.p.344αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν — 二つの不定詞 `αἱρεῖν`(捕らえること)と `κατατοξεύειν`(射抜くこと)は、前文の `ἔρωτα`(あるいは `τῷ τοιούτῳ`)の具体的な内容を説明する説明的・同格的不定詞。分詞 `διώκουσα`(追跡しながら)がこれらを修飾している。

この箇所を引用する

ルキアノス, 神々の対話 §23.1-23.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:23.1-23.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。