§16.1ΕΡΜΗΣ
Τί κατηφὴς εἶ, ὦ Ἄπολλον;
ΕΡΜΗΣ なぜうつむいているのだ、アポロンよ。
ΑΠΟΛΛΩΝ
Ὅτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.
ΑΠΟΛΛΩΝ ヘルメスよ、私は恋愛において不運だからだ。
ΕΡΜΗΣ
Ἄξιον μὲν λύπης τὸ τοιοῦτο·
ΕΡΜΗΣ そのようなことは確かに悲しむに値する。
σὺ δὲ τί δυστυχεῖς;
しかしお前は何を不運だと言っているのだ。
ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;
まだダプネの件がお前を悲しませているのか。
ΑΠΟΛΛΩΝ
Οὐδαμῶς·
ΑΠΟΛΛΩΝ とんでもない。
ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.
そうではなく、私はオイバロスの息子であるラコニア人の愛する者を悼んでいるのだ。
ΕΡΜΗΣ
Τέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος;
ΕΡΜΗΣ では、教えてくれ、ヒュアキントスは死んでしまったのか。
ΑΠΟΛΛΩΝ
Καὶ μάλα.
ΑΠΟΛΛΩΝ いかにも。
ΕΡΜΗΣ
Πρὸς τίνος, ὦ Ἄπολλον;
ΕΡΜΗΣ 誰の手によってだ、アポロンよ。
ἢ τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;
あるいは、あの美しい少年を殺すほどに愛に欠けた者がいたというのか。
ΑΠΟΛΛΩΝ
Αὐτοῦ ἐμοῦ τὸ ἔργον.
ΑΠΟΛΛΩΝ 私自身の仕業なのだ。
ΕΡΜΗΣ
Οὐκοῦν ἐμάνης, ὦ Ἄπολλον;
ΕΡΜΗΣ では、お前は気が狂ったのか、アポロンよ。
ΑΠΟΛΛΩΝ
Οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.
ΑΠΟΛΛΩΝ 違う、意図しない不幸な事故が起きたのだ。
ΕΡΜΗΣ
Πῶς;
ΕΡΜΗΣ どのようにしてだ。
ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.
その経緯を聞きたいものだ。
§16.2ΑΠΟΛΛΩΝ
Δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, ὁ δὲ κάκιστα ἀνέμων ἀπολούμενος ὁ Ζέφυρος ἤρα μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν ταῦτα εἰργάσατο·
ΑΠΟΛΛΩΝ あの子は円盤投げを学んでおり、私も一緒に円盤を投げていた。 ところが、風の中で最悪の死に方をするべきゼピュロスも、かねてより彼を愛していたのだが、無視され、その冷遇に耐えかねてこのようなことを仕出かしたのだ。
ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον εἰς τὸ ἄνω, ὁ δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὺν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμα ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθὺς ἀποθανεῖν.
私がいつものように円盤を上空へ投げ上げると、奴はタイゲトス山から吹き降ろし、円盤をさらって少年の頭に叩きつけたのだ。 その結果、その打撃から大量の血が流れ出し、少年はたちまち息を引き取ってしまった。
ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου ὁ δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, ὦ Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθῶν ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ.
だが私はすぐにゼピュロスを矢で射て報復し、逃げる奴を山まで追いつめた。 そして少年に対しては、円盤が彼を打ち倒したアミュクライに墓を築き、その血から、ヘルメスよ、大地上に極めて心地よく、あらゆる花の中で最も美しい花を咲かせたのだ。 それには死者を悼む文字さえ刻まれている。
ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;
これでも私が理不尽に悲しんでいるように見えるか。
ΕΡΜΗΣ
Ναί, ὦ Ἄπολλον·
ΕΡΜΗΣ そうだとも、アポロンよ。
ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον·
お前は自分が死すべき人間を愛する者に選んだと知っていたのだからな。
ὥστε μὴ ἄχθου ἀποθανόντος.
だから、彼が死んだからといって悲しむな。