§11.1ΗΦΑΙΣΤΟΣ
Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
ヘパイストスアポロン、マイアの生まれたばかりのあの赤ん坊を見たかい? なんと美しく、みんなに微笑みかけ、すでに将来大いなる幸福をもたらすことを示しているではないか。
ΑΠΟΛΛΩΝ
Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
アポロンヘパイストス、あの赤ん坊が大いなる幸福だって? 悪知恵にかけては、イアペトスよりどれほど年上であることか!
ΗΦΑΙΣΤΟΣ
Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
ヘパイストス生まれたばかりだというのに、いったいどんな悪いことができるというのだい?
ΑΠΟΛΛΩΝ
Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη·
アポロンポセイドンに聞いてごらん、三叉の矛を盗まれたのだから。 あるいはアレスに。
καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
彼からも、気づかれずに鞘から剣を抜き取ったのだ。 私自身のことは言うまでもない。 私の弓と矢を奪ったのだから。
§11.2ΗΦΑΙΣΤΟΣ
Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
ヘパイストスあのおむつに包まれて、やっと立っている赤ん坊がそんなことを?
ΑΠΟΛΛΩΝ
Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.
アポロンわかるさ、ヘパイストス、彼が君に近づきさえすればね。
ΗΦΑΙΣΤΟΣ
Καὶ μὴν προσῆλθεν ἤδη.
ヘパイストスおや、もう近づいてきたぞ。
ΑΠΟΛΛΩΝ
Τί οὖν;
アポロンそれでどうだい?
πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
君の道具は全部そろっているかい? 何もなくなってはいないかい?
ΗΦΑΙΣΤΟΣ
Πάντα, ὦ Ἄπολλον.
ヘパイストス全部あるよ、アポロン。
ΑΠΟΛΛΩΝ
Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
アポロンそれでも、注意深く確かめてみなさい。
ΗΦΑΙΣΤΟΣ
Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
ヘパイストスおやおや、やっとこが見当たらないぞ。
ΑΠΟΛΛΩΝ
Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
アポロンいや、赤ん坊の産着の中にそれを見つけるだろうよ。
ΗΦΑΙΣΤΟΣ
Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
ヘパイストスあの子は、まるで母親の胎内で盗みの技術を練習してきたかのように、それほど手癖がすばやいのか?
§11.3ΑΠΟΛΛΩΝ
Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα·
アポロン彼がすでに、おしゃべりで流暢に話しているのも聞いていないのかい?
ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει.
しかも、彼は我々に仕えたがってさえいるのだ。
χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν τὼ πόδε·
昨日、エロスに勝負を挑んで、どうやったのかは知らないが、両足をすくってすぐに投げ倒してしまった。
εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον·
そのあと、褒められている最中に、勝利を祝って彼を抱きしめたアプロディテからは魔法の帯を盗み、ゼウスがまだ笑っている間にその王笏を盗み出したのだ。
εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
もし雷霆が重すぎず、多くの火を帯びていなかったなら、それさえも盗み出していただろうね。
ΗΦΑΙΣΤΟΣ
Ὑπέρδριμύν τινα τὸν παῖδα φῄς.
ヘパイストスなんともすばしこい子供だと君は言うのだね。
ΑΠΟΛΛΩΝ
Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.
アポロンそれだけではない、すでに音楽の才能もあるのだ。
ΗΦΑΙΣΤΟΣ
Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
ヘパイストス何をもってそれを推測できるというのだい?
§11.4ΑΠΟΛΛΩΝ
Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο·
アポロンどこかで死んだ亀を見つけて、それから楽器を組み立てたのだ。
πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα.
腕木を取り付けて横木を渡し、ペグを差し込んでから駒を下に置き、7本の弦を張って、ヘパイストスよ、実に優雅で調和のとれたメロディを奏でるのだ。 ずっと竪琴を練習してきた私でさえ、彼を羨むほどにね。
ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή.
マイアが言うには、彼は夜も天にとどまらず、好奇心から冥府にまで下っていき、そこからも何かを盗み出そうとするのだそうだ、明らかにね。
ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
さらに、彼は翼を持ち、驚くべき力を持つある杖を作った。 それによって、死者の魂を導き、連れ下りるのだ。
ΗΦΑΙΣΤΟΣ
Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
ヘパイストスあの杖は、おもちゃにするようにと私が彼に与えたものだぞ。
ΑΠΟΛΛΩΝ
Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυάγραν—
ΗΦΑΙΣΤΟΣ
Εὖ γε ὑπέμνησας·
アポロンだからこそ、彼は君にお礼を返したのだ、そのやっとこをね―― ヘパイストスよくぞ思い出させてくれた。
ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.
だから、それを取り戻しに行ってくるよ。 君が言うように、産着の中にでも見つかるかもしれないからね。