§4.1ΜΕΝΕΛΑΟΣ
Ἀλλὰ ὕδωρ μέν σε γενέσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ εἰς λέοντα δὲ εἰ ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως·
ΜΕΝΕΛΑΟΣ プロテウスよ、お前が海の者である以上、水になることはあり得ないことではなく、木になることも、いまだ許容できる。 また、ライオンに姿を変えるとしても、これもやはり信じがたいことではない。
εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν τῇ θαλάσσῃ οἰκοῦντά σε, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.
だが、海に住んでいるお前が火にすらなり得るというのは、これについては大いに不思議に思い、信じられない。
ΠΡΩΤΕΥΣ
Μὴ θαυμάσῃς, ὦ Μενέλαε·
ΠΡΩΤΕΥΣ 驚くな、メネラオスよ。
γίγνομαι γάρ.
実際になるのだから。
ΜΕΝΕΛΑΟΣ
Εἶδον καὶ αὐτός·
ΜΕΝΕΛΑΟΣ 私自身も見た。
ἀλλά μοι δοκεῖς—εἰρήσεται γὰρ πρὸς σέ—γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.
しかしお前は――率直に言わせてもらうが――その現象に何か魔術を施し、自分自身はそんなものになっていないのに、見ている者の目を欺いているように思える。
§4.2ΠΡΩΤΕΥΣ
Καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο;
ΠΡΩΤΕΥΣ これほど明白なことについて、いかなる欺きがあり得ようか。
οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, εἰς ὅσα μετεποίησα ἐμαυτόν;
お前はしっかりと目を開けて、私が自分自身をいかに多くのものに変えたかを見なかったのか。
εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμά σοι ψευδὲς εἶναι δοκεῖ, καὶ φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναῖε, τὴν χεῖρα·
もし信じられず、そのことがお前にとって偽りであり、目の前に立ち現れる幻影にすぎないと思うなら、私が火になったとき、立派な友よ、私に手を伸ばしてみるがよい。
εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ κάειν τότε μοι πρόσεστιν.
そうすれば、私がただ見えているだけなのか、それとも熱する力もそのとき私に備わっているのかがわかるだろう。
ΜΕΝΕΛΑΟΣ
Οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ.
ΜΕΝΕΛΑΟΣ その試みは安全ではない、プロテウスよ。
ΠΡΩΤΕΥΣ
Σὺ δέ μοι, ὦ Μενέλαε, δοκεῖς οὐδὲ πολύποδα ἑωρακέναι πώποτε οὐδὲ ἃ πάσχει ὁ ἰχθῦς οὗτος εἰδέναι.
ΠΡΩΤΕΥΣ メネラオスよ、お前はタコを見たこともなく、この魚がどのような変化を被るのかも知らないようだな。
ΜΕΝΕΛΑΟΣ
Ἀλλὰ τὸν μὲν πολύποδα εἶδον, ἃ δὲ πάσχει, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.
ΜΕΝΕΛΑΟΣ いや、タコは見たことがある。 だが、それが被る変化については、お前から喜んで教えてもらいたいものだ。
§4.3ΠΡΩΤΕΥΣ
Ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἐργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χροίαν μιμούμενος τὴν πέτραν, ὡς λανθάνειν τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ ἐπίσημος ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
ΠΡΩΤΕΥΣ タコは、どんな岩であれ、そこへ近づいて吸盤を密着させ、触手を巻きつけてしがみつくと、自分自身をその岩と同じようにし、その岩を模して体色を変化させる。 その結果、岩と違って見えることもなく、それゆえに目立つこともなく、むしろ石に似ているために、漁師たちの目を免れるのだ。
ΜΕΝΕΛΑΟΣ
Φασὶ ταῦτα·
ΜΕΝΕΛΑΟΣ 人々はそう言っている。
τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
だが、お前の変化はそれよりもはるかに奇妙だ、プロテウスよ。
ΠΡΩΤΕΥΣ
Οὐκ οἶδα, ὦ Μενέλαε, ᾥτινι ἂν ἄλλῳ πιστεύσειας τοῖς σεαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
ΠΡΩΤΕΥΣ メネラオスよ、お前が自分の目すら信じないとしたら、ほかの誰を信じられるというのか、私にはわからない。
ΜΕΝΕΛΑΟΣ
Εἶδον·
ΜΕΝΕΛΑΟΣ 見たのだ。
ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ.
しかし、同一の存在が火であり水でもあるというのは、実にもって怪異なことだ。