Humanitext Reader

琉善 · 海神对话录 §4.1-4.3

梅内拉俄斯与普罗透斯论变身为火的真伪

第 4 段,共 15 段 · 希腊语

内容简介

梅内拉俄斯怀疑普罗透斯变身为火的能力,认为那是幻觉;普罗透斯则邀请他亲手触摸以证实其真实性,并以章鱼的伪装本能为例解释变身的原理。

§4.1ΜΕΝΕΛΑΟΣ Ἀλλὰ ὕδωρ μέν σε γενέσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ εἰς λέοντα δὲ εἰ ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως·
ΜΕΝΕΛΑΟΣ 普罗透斯啊,你既然是个海洋生物,变成水倒并非不可信,变成树木也尚可容忍;即使你变成了狮子,这同样不在情理之外。
εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν τῇ θαλάσσῃ οἰκοῦντά σε, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.
但既然你住在海里,却连火也能变,对此我大为惊异且不愿相信。
ΠΡΩΤΕΥΣ Μὴ θαυμάσῃς, ὦ Μενέλαε· γίγνομαι γάρ.
ΠΡΩΤΕΥΣ 不要惊异,梅内拉俄斯;因为我确实能变。
ΜΕΝΕΛΑΟΣ Εἶδον καὶ αὐτός· ἀλλά μοι δοκεῖς—εἰρήσεται γὰρ πρὸς σέ—γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.
ΜΕΝΕΛΑΟΣ 我自己也看到了;但在我看来——恕我直言——你是在这件事情上施加了某种法术,欺骗了旁观者的眼睛,而你自身并没有变成任何那样的东西。
§4.2ΠΡΩΤΕΥΣ Καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο;
ΠΡΩΤΕΥΣ 在如此显而易见的事情上,还能有什么欺骗呢?
οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, εἰς ὅσα μετεποίησα ἐμαυτόν;
难道你没有睁大眼睛,看着我把自己变成了多少种东西吗?
εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμά σοι ψευδὲς εἶναι δοκεῖ, καὶ φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναῖε, τὴν χεῖρα· εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ κάειν τότε μοι πρόσεστιν.
但如果你不相信,觉得这事情是虚假的,只是呈现在眼前的某种幻象,那么当我变成火的时候,高贵的虚心人啊,向我伸出你的手吧;因为你将会明白,我是仅仅被看见,还是在当时也具有灼烧的能力。
ΜΕΝΕΛΑΟΣ Οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ.
ΜΕΝΕΛΑΟΣ 这种尝试并不安全,普罗透斯啊。
ΠΡΩΤΕΥΣ Σὺ δέ μοι, ὦ Μενέλαε, δοκεῖς οὐδὲ πολύποδα ἑωρακέναι πώποτε οὐδὲ ἃ πάσχει ὁ ἰχθῦς οὗτος εἰδέναι.
ΠΡΩΤΕΥΣ 梅内拉俄斯啊,在我看来,你似乎连章鱼都没见过,也不知道这种鱼会经历什么。
ΜΕΝΕΛΑΟΣ Ἀλλὰ τὸν μὲν πολύποδα εἶδον, ἃ δὲ πάσχει, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.
ΜΕΝΕΛΑΟΣ 章鱼我倒是见过,但它经历什么,我倒乐意向你请教。
§4.3ΠΡΩΤΕΥΣ Ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἐργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χροίαν μιμούμενος τὴν πέτραν, ὡς λανθάνειν τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ ἐπίσημος ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
ΠΡΩΤΕΥΣ 无论它靠近哪块岩石,只要贴紧吸盘,用触手紧紧依附其上,它就会让自己变得和那块岩石一模一样,并通过模仿岩石来改变自己的颜色,从而使渔民无法察觉,因为它并不与之不同,也不会因此引人注目,反而像石头一样。
ΜΕΝΕΛΑΟΣ Φασὶ ταῦτα· τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
ΜΕΝΕΛΑΟΣ 人们是这样说的;但你的变身要神奇得多,普罗透斯啊。
ΠΡΩΤΕΥΣ Οὐκ οἶδα, ὦ Μενέλαε, ᾥτινι ἂν ἄλλῳ πιστεύσειας τοῖς σεαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
ΠΡΩΤΕΥΣ 梅内拉俄斯啊,如果你连自己的眼睛都不相信,我不知道你还能相信别的什么人。
ΜΕΝΕΛΑΟΣ Εἶδον· ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ.
ΜΕΝΕΛΑΟΣ 我是看到了;但这事太怪异了,同一个人既是火又是水。

词汇与语法注释

  1. §4.1εἰρήσεται γὰρ πρὸς σέ — 使用动词 ἐρῶ 的将来时被动语态的插入句。直译为“因为(真话)将对你说”,是用于引出坦率或直接发言的习惯表达。
  2. ¦299¦καὶ φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη — 延续自前句中由动词 δοκεῖ 控制的不定式结构(ψευδὲς εἶναι),省略了系动词 εἶναι,意为“(如果它在你看来说是)呈现在眼前的某种幻象”。
  3. ¦299¦τὸ κάειν — 带有定冠词的现在主动不定式名词化(“灼烧”或“灼烧的能力”),在此作为非人称表达 πρόσεστι(“存在于我”)的主语。
  4. ¦300¦ὡς λανθάνειν τοὺς ἁλιέας μὴ διαλλάττων — 带 ὡς + 不定式的结句(“结果是……”)。它采用了 λανθάνω + 分词(διαλλάττων 和 ὢν)的句法,表示“通过不与(岩石)不同……从而避开渔民的注意”。

引用这一段

琉善, 海神对话录 §4.1-4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:4.1-4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。