§12.1ΔΩΡΙΣ
Τί δακρύεις, ὦ Θέτι;
ΔΩΡΙΣ テティスよ、なぜ泣いているのだ?
ΘΕΤΙΣ
Καλλίστην, ὦ Δωρί, κόρην εἶδον ἐς κιβωτὸν ὑπὸ τοῦ πατρὸς ἐμβληθεῖσαν, αὐτήν τε καὶ βρέφος αὐτῆς ἀρτιγέννητον·
ΘΕΤΙΣ ドリスよ、父親によって箱の中に投げ込まれた、この上なく美しい乙女を見たのだ。 彼女自身と、生まれたばかりの彼女の赤ん坊とを。
ἐκέλευσεν δὲ ὁ πατὴρ τοὺς ναύτας ἀναλαβόντας τὸ κιβώτιον, ἐπειδὰν πολὺ τῆς γῆς ἀποσπάσωσιν, ἀφεῖναι εἰς τὴν θάλασσαν, ὡς ἀπόλοιτο ἡ ἀθλία, καὶ αὐτὴ καὶ τὸ βρέφος.
そして父親は、水夫たちに、箱を載せて陸地から遠く離れたなら、海へと投げ捨てるようにと命じたのだ。 あの哀れな女が、彼女自身も赤ん坊も死んでしまうようにと。
ΔΩΡΙΣ
Τίνος ἕνεκα, ὦ ἀδελφή;
ΔΩΡΙΣ 何のためにだ、姉妹よ?
εἰπέ, εἴ τι ἔμαθες ἀκριβῶς.
もし正確に何かを知っているなら、話しておくれ。
ΘΕΤΙΣ
Ἅπαντα.
ΘΕΤΙΣ すべて知っているとも。
ὁ γὰρ Ἀκρίσιος ὁ πατὴρ αὐτῆς καλλίστην οὖσαν ἐπαρθένευεν ἐς χαλκοῦν τινα θάλαμον ἐμβαλών·
彼女の父親アクリシオスは、彼女が大変美しかったので、青銅の部屋に閉じ込めて処女のままにしておこうとしたのだ。
εἶτα, εἰ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, φασὶ δ’ οὖν τὸν Δία χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου ἐπ' αὐτήν, δεξαμένην δὲ ἐκείνην ἐς τὸν κόλπον καταρρέοντα τὸν θεὸν ἐγκύμονα γενέσθαι.
それから、真実かどうかは私には言えないが、ともかく人々が言うには、ゼウスが黄金となって屋根を通り、彼女の上に流れ落ちたのだ。 そして彼女が、流れ下るその神を懐に受け入れて身籠ったのだそうだ。
τοῦτο αἰσθόμενος ὁ πατήρ, ἄγριός τις καὶ ζηλότυπος γέρων, ἠγανάκτησε καὶ ὑπό τινος μεμοιχεῦσθαι οἰηθεὶς αὐτὴν ἐμβάλλει εἰς τὴν κιβωτὸν ἄρτι τετοκυῖαν.
これに気づいた父親は、荒々しく嫉妬深い老人なのだが、激怒し、誰かによって密通されたと思い込んで、出産したばかりの彼女を箱に放り込んだのだ。
§12.2ΔΩΡΙΣ
Ἡ δὲ τί ἔπραττεν, ὦ Θέτι, ὁπότε καθίετο;
ΔΩΡΙΣ ところでテティスよ、彼女は(箱が)降ろされるとき、どうしていたのだ?
ΘΕΤΙΣ
Ὑπὲρ αὐτῆς μὲν ἐσίγα, ὦ Δωρί, καὶ ἔφερε τὴν καταδίκην.
ΘΕΤΙΣ ドリスよ、彼女は自分自身のためには黙って、判決を受け入れていた。
τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν δακρύουσα καὶ τῷ πάππῳ δεικνύουσα αὐτό, κάλλιστον ὄν·
だが、赤ん坊が死ぬことのないようにと泣きながら懇願し、非常に美しいその子を祖父に見せていた。
τὸ δὲ ὑπ' ἀγνοίας τῶν κακῶν ὑπεμειδία πρὸς τὴν θάλασσαν.
しかし赤ん坊は、災いを知らないために、海に向かって微笑みかけていたのだ。
ὑποπίμπλαμαι αὖθις τοὺς ὀφθαλμοὺς δακρύων μνημονεύσασα αὐτῶν.
彼らのことを思い出すと、私の目には再び涙が溢れてくる。
ΔΩΡΙΣ
Κἀμὲ δακρῦσαι ἐποίησας.
ΔΩΡΙΣ 私まで泣かせるではないか。
ἀλλ’ ἤδη τεθνᾶσιν;
しかし、彼らはもう死んでしまったのか?
ΘΕΤΙΣ
Οὐδαμῶς·
ΘΕΤΙΣ とんでもない。
νήχεται γὰρ ἔτι ἡ κιβωτὸς ἀμφὶ τὴν Σέριφον ζῶντας αὐτοὺς φυλάττουσα.
箱はまだセリポス島のあたりを漂っており、彼らを生かしたまま保護しているのだ。
ΔΩΡΙΣ
Τί οὖν οὐχὶ σῴζομεν αὐτοὺς τοῖς ἁλιεῦσι τούτοις ἐμβαλοῦσαι ἐς τὰ δίκτυα τοῖς Σεριφίοις;
ΔΩΡΙΣ それなら、セリポス島の上記の漁師たちの網にそれを放り込んで、二人を救ってあげようではないか?
οἱ δὲ ἀνασπάσαντες σώσουσι δῆλον ὅτι.
彼らが網を引き上げれば、当然救われるだろうから。
ΘΕΤΙΣ
Εὖ λέγεις, οὕτω ποιῶμεν·
ΘΕΤΙΣ 名案だ。 そうしよう。
μὴ γὰρ ἀπολέσθω μήτε αὐτὴ μήτε τὸ παιδίον οὕτως ὂν καλόν.
彼女も、あのように美しい子供も死なせてはならないからな。